Ancient Greek
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.5
Not analysed yet
Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας. Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας, τὸν καὶ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντα, διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς: μετὰ δὲ Ἀχιλλᾶν, Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης: καὶ ἀδεέστερον διάγων, τὴν ἐκκλησίαν συνεκρότει: καί ποτε παρόντων τῶν ὑπ’ αὐτῷ πρεσβυτέρων καὶ τῶν λοιπῶν κληρικῶν, φιλοτιμότερον περὶ τῆς ἁγίας Τριάδος, ἐν Τριάδι μονάδα εἶναι φιλοσοφῶν, ἐθεολόγει. Ἄρειος δέ τις πρεσβύτερος τῶν ὑπ’ αὐτῷ ταττομένων, ἀνὴρ οὐκ ἄμοιρος διαλεκτικῆς λέσχης, οἰόμενος τὸ Σαβελλίου τοῦ Λίβυος δόγμα εἰσηγεῖσθαι τὸν ἐπίσκοπον, ἐκ φιλονεικίας κατὰ διάμετρον εἰς τὸ ἐναντίον τῆς τοῦ Λίβυος δόξης ἀπέκλινε, καὶ ὡς ἐδόκει, γοργῶς ὑπαπήντησε πρὸς τὰ παρὰ τοῦ ἐπισκόπου λεχθέντα: καὶ φησὶν, εἰ ὁ Πατὴρ ἐγέννησε τὸν Υἱὸν, ἀρχὴν ὑπάρξεως ἔχει ὁ γεννηθείς: καὶ ἐκ τούτου δῆλον, ὅτι ἦν ὅτε οὐκ ἦν ὁ Υἱός: ἀκολουθεῖ τε ἐξ ἀνάγκης, ἐξ οὐκ ὄντων ἔχειν αὐτὸν τὴν ὑπόστασιν.