Ancient Greek
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.40
Not analysed yet
Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου. Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν Κωνσταντινούπολιν διεκόμισαν: ἀπέθεντό τε ἐν τοῖς βασιλείοις ἐφ̓ ὑψηλοῦ, καὶ διὰ τιμῆς ἦγον καὶ δορυφορίας πολλῆς, ὡς καὶ ζῶντος ἐγίνετο: καὶ τοῦτο ἐποίουν ἕως τις τῶν υἱῶν αὐτοῦ παραγένηται. Μετὰ δὲ ταῦτα ἐκ τῶν ἀνατολικῶν μερῶν ἐπιστάντος Κωνσταντίου, κηδείας τῆς βασιλικῆς ἠξιοῦτο ἀποτεθεὶς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων, ἣν δἰ αὐτὸ τοῦτο πεποιήκει, ὅπως ἂν οἱ βασιλεῖς τε καὶ οἱ ἱερεῖς τῶν ἀποστολικῶν λειψάνων μὴ ἀπολιμπάνοιντο. Ἔζησε δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἔτη ἑξηκονταπέντε, ἐβασίλευσε δὲ ἔτη τριάκοντα ἕν: ἐτελεύτησε δὲ ἐν ὑπατίᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ, τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ Μαΐου μηνός: τοῦτο δὲ ἦν δεύτερον ἔτος τῆς διακοσιοστῆς ἑβδομηκοστῆς ὀγδόης Ὀλυμπιάδος. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν ἑνὸς πρὸς τοῖς τριάκοντα.