Ancient Greek · ~4 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.39
Not analysed yet
Ὡς ὁ βασιλεὺς ἀρρωστίᾳ περιπεσὼν τέλει τοῦ βίου ἐχρήσατο. Ἐνιαυτοῦ δὲ μετὰ ταῦτα παραδραμόντος ἐπιβὰς ἑξηκονταπέντε ἐνιαυτῶν ὁ βασιλεὺς Κωνσταντῖνος ἀρρωστίᾳ περιπίπτει: καὶ ἐκ τῆς Κωνσταντινουπόλεως ἐκπλεῖ ἐπὶ τὴν Ἑλενούπολιν, ὡς φυσικοῖς θερμοῖς χρησόμενος τοῖς ἐκεῖ γειτνιάζουσιν. Ἐπεὶ δὲ σφοδροτέρου τοῦ νοσήματος ᾔσθετο, τὰ μὲν λουτρὰ ὑπερέθετο: ἀπαίρει δὲ ἐκ τῆς Ἑλενουπόλεως εἰς τὴν Νικομήδειαν: κᾀκεῖ ἐν προαστείῳ διάγων τοῦ Χριστιανικοῦ μεταλαμβάνει βαπτίσματος. Εὔθυμός τε ἐπὶ τούτῳ γενόμενος διαθήκας ποιεῖται, ἐν αἷς τοὺς μὲν τρεῖς υἱοὺς κληρονόμους τῆς βασιλείας ἐνίσταται, καθὰ καὶ ζῶν αὐτοῖς τοὺς κλήρους διένειμε. Πολλὰ δὲ τῇ Ῥωμαίων πόλει καὶ τῇ ἑαυτοῦ ἐπωνύμῳ πρεσβεῖα καταλιπὼν, τὰς διαθήκας ἐκείνῳ παρατίθεται τῷ πρεσβυτέρῳ δἰ ὅν περ Ἄρειος ἀνακέκληται, οὗ καὶ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην: ἐντειλάμενος μηδενὶ ἑτέρῳ ἢ τῷ υἱῷ τῷ τῆς ἀνατολῆς ἄρχοντι Κωνσταντίῳ εἰς τὰς χεῖρας βαλεῖν. Μετὰ δὲ τὸ θέσθαι τὰς διαθήκας ὀλίγας ἡμέρας ἐπιβιοὺς τὸν βίον ἀπέλιπε: τῶν μέντοι υἱῶν αὐτοῦ ἐπὶ τῇ τελευτῇ παρῆν οὐδείς: πέμπεται οὖν εὐθὺς πρὸς τὴν ἑῴαν ὁ Κωνσταντίῳ μηνύσων τὴν τελευτήν.