Ancient Greek · ~45 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.6.1
Not analysed yet
Ὡς ἐκ τῆς φιλονεικίας ἀρχὴν διαιρέσεως ἡ ἐκκλησία ἔλαβε: καὶ ὡς Ἀλέξανδρος ὁ Ἀλεξανδρείας καθεῖλεν Ἄρειον, καὶ τοὺς περὶ αὐτόν. Ταῦτα τῷ καινοπρεπεῖ: λόγῳ συλλογισάμενος, ἀναρριπίζει τοὺς πολλοὺς πρὸς τὸ ζήτημα. Καὶ ἀνάπτεται ἀπὸ σμικροῦ σπινθῆρος μέγα πῦρ. Ἀρξάμενόν τε τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας, διέτρεχε τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην, καὶ τὴν ἄνω Θηβαΐδα: ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις. Συνελαμβάνοντο τῇ Ἀρείου δόξῃ πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ Εὐσέβιος αὐτῆς ἀντείχετο, οὐχ ὁ Καισαρεὺς, ἀλλ̓ ὁ πρότερον μὲν τῆς Βηρυτίων ἐκκλησίας ἐπίσκοπος, τότε δὲ τῆς ἐν Βιθυνίᾳ Νικομηδείας τὴν ἐπισκοπὴν ὑποδύς. Ταῦτα ἀκούων καὶ ὁρῶν τε γινόμενα ὁ Ἀλέξανδρος, πρὸς ὀργὴν ἐξάπτεται: καὶ συνέδριον πολλῶν ἐπισκόπων καθίσας, τὸν μὲν Ἄρειον, καὶ τοὺς ἀποδεχομένους τὴν δόξαν αὐτοῦ καθαιρεῖ: γράφει δὲ τοῖς κατὰ πόλιν τοιάδε. Ἐπιστολὴ Ἀλεξάδρου Ἀλεξανδρείας. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας, Ἀλέξανδρος ἐν Κυρίῳ χαίρειν. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς, τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης, ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς, καὶ σημαίνειν ἀλλήλοις τὰ παῤ ἑκάστοις γιγνόμενα, ἵνα εἴτε πάσχει, εἴτε χαίρει ἓν μέλος, ἢ συμπάσχωμεν, ἢ συγχαίρωμεν ἀλλήλοις. Ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ, ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ Χριστομάχοι, διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ Ἀντιχρίστου νομίσειε καὶ καλέσειε. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἵν̓ ἴσως ἐν τοῖς ἀποστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν, ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς: ἐπειδὴ δὲ Εὐσέβιος, ὁ νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων, οὐκ ἐκδεδίκηται κατ̓ αὐτοῦ, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ, συνιστῶν αὐτοὺς, εἴπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν ἐσχάτην καὶ Χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους, καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥημάτια, καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. Τὴν πάλαι γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν, νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφων: ἔργῳ δὲ δείκνυσιν, ὡς ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων, τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται γενόμενοι εἰσὶν, Ἄρειος, Ἀχιλλὰς, Ἀειθαλὴς καὶ Καρπώνης, καὶ ἕτερος Ἄρειος, καὶ Σαρμάτης, καὶ Εὐζώϊος, καὶ Λούκιος, καὶ Ἰουλιανὸς, καὶ Μηνᾶς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς, οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἐστὶ ταῦτα. Οὐκ ἀεὶ ὁ θεὸς Πατὴρ ἦν, ἀλλ̓ ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν: οὐκ ἀεὶ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ̓ ἐξ οὐκ ὄντων γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε: διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός. Οὔτε δὲ ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί ἐστιν, οὔτε ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε ἀληθινὴ Σοφία αὐτοῦ ἐστί: ἀλλ̓ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστί: καταχρηστικῶς δὲ λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς δὲ τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ, καὶ τῇ ἐν τῷ θεῷ Σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός: διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά: ξένος τε καὶ ἀλλότριος, καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας. Καὶ ἄρρητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ: οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι: δἰ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δἰ αὐτοῦ ὡς δἰ ὀργάνου κτίσῃ ὁ Θεός: καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἤθελεν ποιῆσαι. Ἠρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη: καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, Ναὶ δύναται: τρεπτῆς γὰρ φύσεως ἐστὶ, γενητὸς καὶ τρεπτὸς ὑπάρχων. Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον, καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ̓ Αἴγυπτον ἐπισκόπων καὶ τὰς Λιβύας, ἐγγὺς ἑκατὸν ὄντων, συνελθόντες ἀνεθεματίσαμεν. Οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο, σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. Ἀλλ̓ οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ ἀλήθεια: καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ἰωάννου λέγοντος, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ καταγινώσκει τούτων λεγόντων, Ἠν ποτὲ ὅτε οὐκ ἦν; ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ, Ὁ μονογενὴς Υἱὸς, καὶ, Δἰ αὐτοῦ ἐγένετο τὰ πάντα, οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἶς ἐστὶ τῶν ποιημάτων ὁ Υἱός; Πῶς δὲ δύναται εἷς εἶναι τῶν δἰ αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς, ὁ τοῖς πᾶσι κατ̓ ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη, τοῦ Πατρὸς λέγοντος, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν: καὶ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σέ; ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ Πατρὸς, ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ Πατρὸς, καὶ λέγων, Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα; Πῶς δὲ εἰ Λόγος καὶ Σοφία ἐστὶ τοῦ Θεοῦ ὁ Υἱὸς, ἦν ποτὲ ὅτε οὐκ ἦν; ἵσον γὰρ ἐστὶν αὐτοὺς λέγειν, ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν. Πῶς δὲ τρεπτὸς ἢ ἀλλοιωτὸς, ὁ λέγων δἰ ἑαυτοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί: καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν: διὰ δὲ τοῦ προφήτου, Ἴδετέ με ὅτι ἐγὼ εἰμὶ, καὶ οὐκ ἠλλοίωμαι; Εἰ δὲ καὶ ἐπ’ αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύναται ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον, ὅτι καὶ γενομένος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ̓ ὡς ὁ Ἀπόστολος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Τί δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δἰ ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, Δἰ ὃν τὰ πάντα, καὶ δἰ οὗ τὰ πάντα; Περὶ μὲν οὖν τοῦ βλασφημεῖν αὐτοὺς, ὅτι οὐκ οἶδε τελείως ὁ Υἱὸς τὸν Πατέρα, οὐ δεῖ θαυμάζειν. Ἅπαξ γὰρ προθέμενοι Χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ Κυρίου λέγοντος, Καθὼς γινώσκει με ὁ Πατὴρ, κᾀγὼ γινώσκω τὸν Πατέρα. Εἰ μὲν οὖν ἐκ μέρους γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα. Εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε, δὲ τελείως ὁ Πατὴρ τὸν Υἱὸν, δῆλον ὅτι καθὼς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος. Καὶ ταῦτα λέγοντες, καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς, πολλάκις ἀνετρέψαμεν αὐτούς. Καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον, Ὅτ̓ ἂν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθη κακῶν, καταφρονεῖ. Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι, πεπτώκασιν εἰς ἀφροσύνην: οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων, ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου θεότητος, ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ Ἀντιχρίστου γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας, νῦν ἀπεπήδησαν. Οὐ ξενιζόμεθα δέ: τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φιλητὸς πεπόνθασι: καὶ πρὸ αὐτῶν Ἰούδας. ἀκολουθήσας τῷ Σωτῆρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν, οὐκ ἀδίδακτοι μεμενήκαμεν: ἀλλ̓ ὁ μὲν Κύριος προείρηκε, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ: πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγὼ εἰμὶ, καὶ ὁ καιρὸς ἤγγικε: καὶ πολλοὺς πλανήσουσι: μὴ πορευθῆτε ὀπίσω αὐτῶν. Ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, ἔγραψεν, Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἀποστρεφομένων τὴν ἀλήθειαν. Τοῦ τοίνυν Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διά τε αὑτοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ Ἀποστόλου σημαίνοντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοὶ, ἵνα μήτε τινας ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, μὴ προσδέξησθε, μήτε Εὐσεβίῳ, ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. Πρέπει γὰρ ὑμᾶς ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας, ὡς Θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. Προσείπατε τοὺς παῤ ὑμῖν ἀδελφούς. Ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσι. Τοιαῦτα τοῖς ἁπανταχοῦ κατὰ πόλιν Ἀλεξάνδρου γράφοντος, χεῖρον ἐγένετο τὸ κακὸν, εἰς φιλονεικίαν ἐξαπτομένων, οἷς τὰ γραφέντα ἐγνωρίζετο. Καὶ οἱ μὲν τοῖς γραφεῖσι σύμψηφοι γινόμενοι, καὶ προσυπέγραφον: οἱ δὲ τοὐναντίον ἐποίουν. Μάλιστα δὲ πρὸς ἀντιπάθειαν ἐκεκίνητο ὁ τῆς Νικομηδείας Εὐσέβιος, ὅτι αὐτοῦ κακῶς Ἀλέξανδρος ἐν τοῖς γραφεῖσι μνήμην πεποίητο. Ἴσχυε δὲ κατ̓ ἐκεῖνο τοῦ καιροῦ μάλιστα ὁ Εὐσέβιος, ὅτι κατὰ τὴν Νικομήδειαν ὁ βασιλεὺς τότε διέτριβε: καὶ γὰρ ἐκεῖ τὰ βασίλεια μικρὸν ἔμπροσθεν οἱ περὶ Διοκλητιανὸν ἐπεποίηντο. Διατοῦτο οὖν πολλοὶ τῶν ἐπισκόπων τῷ Εὐσεβίῳ ὑπήκουον: κᾀκεῖνος συνεχῶς ἐπέστελλεν, Ἀλεξάνδρῳ μὲν, ἵνα καθυφεὶς τὸ κινούμενον ζήτημα, δέξηται τοὺς περὶ Ἄρειον: τοῖς δὲ κατὰ πόλιν, ὅπως ἂν μὴ γένοιντο σύμψηφοι Ἀλεξάνδρῳ. Ὅθεν τὰ πάντα ἦν ταραχῆς ἀνάμεστα: οὐ γὰρ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ πλήθη τεμνόμενα: τῶν μὲν, ὡς τούτοις: τῶν δὲ, θατέροις ἐπικλινομένων. Εἰς τοσοῦτον δὲ ἀτοπίας προέβη τὸ πρᾶγμα, ὥστε δημοσίᾳ καὶ ἐν αὐτοῖς θεάτροις τὸν Χριστιανισμὸν γελᾶσθαι. Οἱ μὲν οὖν περὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν, νεανικῶς περὶ τῶν ἀνωτάτω δογμάτων διεπληκτίζοντο, διεπρεσβεύοντο δὲ πρὸς τοὺς κατ̓ ἐπαρχίαν ἐπισκόπους: οἱ δὲ, εἰς θάτερον τεμνόμενοι μέρος, τῆς ἐκείνων ὁμοίας στάσεως ἐγίνοντο. Συνανεμίγνυντο δὲ τοῖς Ἀρειανίζουσι Μελιτιανοὶ, οἱ μικρὸν ἔμπροσθεν τῆς ἐκκλησίας χωρισθέντες, τίνες δέ εἰσιν οὗτοι, λεκτέον. Ὑπὸ Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τοῦ ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντος, Μελίτιός τις μιᾶς τῶν ἐν Αἰγύπτῳ πόλεων ἐπίσκοπος καθῃρέθη, δἰ ἄλλας τε πολλὰς αἰτίας, καὶ μάλιστα ὅτι ἐν τῷ διωγμῷ, ἀρνησάμενος τὴν πίστιν, ἐπέθυσεν. Οὗτος καθαιρεθεὶς, πολλούς τε ἐσχηκὼς τοὺς ἑπομένους αὐτῷ, αἱρεσιάρχης κατέστη τῶν ἄχρι νῦν ἐξ αὐτοῦ κατὰ τὴν Αἴγυπτον Μελιτιανῶν καλουμένων. Ἀπολογίαν τε οὐδὲ μίαν εὔλογον ἔχων τοῦ κεχωρίσθαι τῆς ἐκκλησίας, ἠδικῆσθαι μὲν ἔλεγεν ἑαυτὸν ἁπλῶς: ἐκακηγόρει δὲ καὶ ἐλοιδόρει τὸν Πέτρον. Ἀλλὰ Πέτρος μὲν ἐν τῷ διωγμῷ μαρτυρήσας, ἐτελεύτησεν: ὁ δὲ μεταφέρει τὰς λοιδορίας ἐπὶ Ἀχιλλᾶν, ὃς μετὰ Πέτρον ἐπίσκοπος ἦν: καὶ αὖθις ἐπὶ τὸν μετὰ Ἀχιλλᾶν γεγενημένον Ἀλέξανδρον. Ἐν τούτοις δὴ καθεστώτων αὐτῶν, ἐπιγίνεται τὸ κατὰ Ἄρειον ζήτημα. Καὶ ὁ Μελίτιος ἅμα τοῖς αὐτοῦ, συνελαμβάνετο τῷ Ἀρείῳ, κατὰ τοῦ ἐπισκόπου συμφατριάζων αὐτῷ. Καὶ ὅσοις μὲν ἄτοπος ἦν ἡ Ἀρείου δόξα, ἀπεδέχοντο τοῦ Ἀλεξάνδρου τὴν ἐπὶ Ἀρείῳ κρίσιν, καὶ ὡς δικαία εἴη ἡ κατὰ τῶν οὕτω φρονούντων ψῆφος. Ἔγραφον δὲ καὶ οἱ περὶ τὸν Νικομηδέα Εὐσέβιον, καὶ ὅσοι τὴν Ἀρείου δόξαν ἠσμένιζον, ὥστε λύειν μὲν τὴν φθάσασαν ἀποκήρυξιν, ἐπανάγειν δὲ εἰς τὴν ἐκκλησίαν τοὺς ἀποκηρυχθέντας: μήτε γὰρ δοξάζειν κακῶς. Οὕτως ἐναντίων τῶν γραμμάτων πρὸς τὸν ἐπίσκοπον τὸν Ἀλεξανδρείας πεμπομένων, πεποίηνται τῶν ἐπιστολῶν τούτων συναγωγὰς, Ἄρειος μὲν τῶν ὑπὲρ αὐτοῦ, Ἀλέξανδρος δὲ τῶν ἐναντίων: καὶ τοῦτο πρόφασις γέγονεν ἀπολογίας ταῖς νῦν ἐπιπολαζούσαις αἱρέσεσιν Ἀρειανῶν, Εὐνομιανῶν, καὶ ὅσοι τὴν ἐπωνυμίαν ἀπὸ Μακεδονίου ἔχουσιν: ἕκαστοι γὰρ μάρτυσι ταῖς ἐπιστολαῖς ἐχρήσαντο τῆς οἰκείας αἱρέσεως.