Ancient Greek · ~68 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.8.1
Not analysed yet
Περὶ τῆς γεγενημένης Συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας, καὶ περὶ τῆς ἐκεῖ ἐκτεθείσης πίστεως. Τοιαῦτα μὲν οὖν θαυμαστὰ καὶ σοφίας μεστὰ παρῄνει ἡ τοῦ βασιλέως ἐπιστολή: τὸ δὲ κακὸν ἐπικρατέστερον ἦν καὶ τῆς τοῦ βασιλέως σπουδῆς, καὶ ἀξιοπιστίας τοῦ διακονησαμένου τοῖς γράμμασιν: οὔτε γὰρ Ἀλέξανδρος, οὔτε Ἄρειος ὑπὸ τῶν γραφέντων ἐμαλάσσοντο. Ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τοῖς λαοῖς ἔρις καὶ ταραχή: προϋπῆρχε δὲ καὶ ἄλλη τις προτέρα νόσος τοπικὴ, τὰς ἐκκλησίας ταράττουσα, ἡ διαφωνία τῆς τοῦ Πάσχα ἑορτῆς, ἥτις περὶ τὰ τῆς ἑῴας μέρη μόνον ἐγένετο: τῶν μὲν Ἰουδαϊκώτερον ἑορτὴν ποιεῖν ἐσπουδακότων, τῶν δὲ μιμουμένων σύμπαντας τοὺς κατὰ τὴν οἰκουμένην Χριστιανούς. Διαφωνοῦντες δὲ οὕτω περὶ τῆς ἑορτῆς, τῆς κοινωνίας μὲν οὐδαμῶς ἐχωρίζοντο: στυγνοτέραν δὲ τὴν ἑορτὴν τῇ διαφωνίᾳ εἰργάζοντο. Δἰ ἀμφότερα τοίνυν ὁρῶν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν, σύνοδον οἰκουμενικὴν συνεκρότει, τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. Παρῆσάν τε ἐκ πολλῶν ἐπαρχιῶν καὶ πόλεων οἱ ἐπίσκοποι: περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον, τάδε κατὰ λέξιν φησίν. Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια: εἶς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους, καὶ Παλαιστινοὺς, καὶ ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τε ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους: ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν: οὔτε Σκύθης ἀπελιμπάνετο τῆς χορείας: Πόντος τε καὶ Ἀσία, Φρυγία τε καὶ Παμφυλία, τοὺς παῤ αὐτοῖς παρεῖχον ἐκκρίτους. Ἀλλὰ καὶ Θρᾶκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων τε οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων, αὐτός τε Ἱσπανῶν ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων: τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει: πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ Σωτῆρι τῆς κατ̓ ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθη χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ̓ ἡμᾶς συστησάμενος. Ἐπεὶ κατ̓ ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, ἐν οἶς ἐτύγχανον Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τε ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ Προσήλυτοι, Κρῆτες καὶ Ἄραβες. Πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει, τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας: ἐπὶ δὲ τῆς παρούσης χορείας, ἐπισκόπων μὲν πληθὺς τριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα ἦν: ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τε πλείστων ὅσων ἑτέρων, οὐδὲ ἦν ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. Ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον. οἷς δὴ πᾶσι βασιλεὺς ἐφ̓ ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετάξατο. Καὶ τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων Εὐσέβιος. Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτὴν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. Διέπρεπον δὲ ἐν τοῖς ἐπισκόποις Παφνούτιός τε ὁ ἐκ τῆς ἄνω Θηβαΐδος, καὶ Σπυρίδων ὁ ἐκ Κύπρου. Ὅτου χάριν δὲ τούτων ἐμνημονεύσαμεν, μετὰ ταῦτα ἐρῶ. Συμπαρῆσαν δὲ λαϊκοὶ πολλοὶ διαλεκτικῆς ἔμπειροι, ἐν ἑκατέρῳ μέρει συνηγορεῖν προθυμούμενοι: ἀλλὰ τὴν μὲν Ἀρείου δόξαν συνεκρότουν Εὐσέβιός τε Νικομηδεὺς, ὥς μοι καὶ πρότερον εἴρηται, καὶ Θέογνις, καὶ Μάρις: ὧν ὁ μὲν Νικαίας ἐπίσκοπος ἦν, Μάρις δὲ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος: τούτοις δὲ γενναίως ἀντηγωνίζετο Ἀθανάσιος, διάκονος μὲν τῆς Ἀλεξανδρέων ἐκκλησίας: σφόδρα δὲ αὐτὸν διὰ τιμῆς ἦγεν Ἀλέξανδρος ὁ ἐπίσκοπος: διὸ καὶ φθόνος ὡπλίσατο κατ̓ αὐτοῦ, ὡς ὕστερον λέξομεν. Μικρὸν οὖν πρὸ τῆς εἰς ἕνα τόπον συνελεύσεως τῶν ἐπισκόπων, οἱ διαλεκτικοὶ πρὸς τοὺς πολλοὺς προαγῶνας ἐποιοῦντο τῶν λόγων. Ἑλκομένων δὲ πολλῶν πρὸς τὸ τοῦ λόγου τερπνὸν, εἷς τις τῶν ὁμολογητῶν λαϊκὸς, ἀκέραιον ἔχων τὸ φρόνημα, ἀντιπίπτει τοῖς διαλεκτικοῖς, καὶ φησὶ πρὸς αὐτούς: ὡς ἄρα ὁ Χριστὸς, καὶ οἱ Ἀπόστολοι, οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην, οὐδὲ κενὴν ἀπάτην, ἀλλὰ γυμνὴν γνώμην, πίστει καὶ καλοῖς ἔργοις φυλαττομένην. Ταῦτα εἰπόντος, οἱ μὲν παρόντες πάντες ἐθαύμασαν καὶ ἀπεδέξαντο: οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν, τὸν ἁπλοῦν λόγον τῆς ἀληθείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη, τῇ δὲ ἑξῆς, πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ̓ αὐτούς: καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσους ἔστη: καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία ἐγένετο, ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς αὐτοὺς χρῆσθαι λόγοις, πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς: καὶ τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον, παραχωρεῖν συνεβούλευε: καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες: πολλοί τε ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ τὸ προκείμενον, διὸ καὶ συνεληλύθεισαν, χωρεῖν παρακαλέσας, τὰ βιβλία καυθῆναι ἐκέλευσεν, ἐπειπὼν μόνον: Κελεύει Χριστὸς ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον. Τότε οὖν τοὺς περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν, αὖθις περὶ τῶν δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ περὶ τούτων ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ αὐτός φησιν Εὐσέβιος, ἐπακοῦσαι καλόν: ἔστι δὲ ταῦτα. Πλείστων δὴ τῶν ὑφ̓ ἑκατέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο. Ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παῤ ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πρᾳέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας: ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκύτερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καὶ δυσωπῶν τῷ λόγῳ: τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν. Πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπὶ τὸ αὐτὸ κατεστήσατο: ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτό τε ἤδη καὶ ἐγγράφως δἰ ὑποσημειώσεως ἑκάστου τὰ κοινῆ δεδογμένα. Τοιαῦτα καὶ περὶ τούτων ταῖς ἑαυτοῦ φωναῖς ὁ Εὐσέβιος ἐγγραφως κατέλιπεν. Ἡμεῖς δὲ οὐκ ἀκαίρως αὐτοῖς ἐχρησάμεθα: ἀλλὰ μάρτυσι χρώμενοι τοῖς ὑπ’ αὐτοῦ λεχθεῖσι, τῇδε αὐτὰ κατετάξαμεν τῇ γραφῇ: ἵν̓ ὅταν τινες τῆς ἐν Νικαίᾳ συνόδου ὡς περὶ τὴν πίστιν σφαλείσης καταγινώσκωσι, μὴ αὐτῶν ἀνεχώμεθα, μηδὲ πιστεύσωμεν Σαβίνῳ τῷ Μακεδονιανῷ, ἰδιώτας αὐτοὺς καὶ ἀφελεῖς καλοῦντι τοὺς ἐκεῖ συνελθόντας. Σαβῖνος γὰρ, ὁ τῶν ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης Μακεδονιανῶν ἐπίσκοπος, συναγωγὴν ὧν διάφοροι ἐπισκόπῶν σύνοδοι ἐγγράφως ἐξέδωκαν ποιησάμενος, τοὺς μὲν ἐν Νικαίᾳ ὡς ἀφελεῖς καὶ ἰδιώτας διέσυρε, μὴ αἰσθανόμενος, ὅτι καὶ αὐτὸν Εὐσέβιον, τὸν μετὰ πολλῆς δοκιμασίας τὴν πίστιν ὁμολογήσαντα, ὡς ἰδιώτην διαβάλλει. Καὶ τινὰ μὲν ἑκὼν παρέλιπεν, τινὰ δὲ παρέτρεψεν: πάντα δὲ πρὸς τὸν οἰκεῖον σκοπὸν μᾶλλον ἐξείληφεν. Καὶ ἐπαινεῖ μὲν τὸν Παμφίλου Εὐσέβιον, ὡς ἀξιόπιστον μάρτυρα: ἐπαινεῖ δὲ καὶ τὸν βασιλέα, ὡς τὰ Χριστιανῶν δογματίζειν δυνάμενον: μέμφεταί τε τῇ ἐκτεθείσῃ ἐν Νικαίᾳ πίστει, ὡς ὑπὸ ἰδιωτῶν καὶ οὐδὲν ἐπισταμένων ἐκδεδομένῃ: καὶ ὃν ὡς σοφὸν καὶ ἀψευδῆ καλεῖ μάρτυρα, τούτου τὰς φωνὰς ἑκουσίως ὑπερορᾷ. Φησὶ γὰρ ὁ Εὐσέβιος, ὅτι τῶν παρόντων ἐν τῇ Νικαίᾳ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι: καὶ ὅτι ὁ βασιλεὺς παρὼν, πάντας εἰς ὁμόνοιαν ἄγων, ὁμογνώμονας καὶ ὁμοδόξους κατέστησεν. Ἀλλὰ Σαβίνου μὲν, εἴ που χρεία καλέσοι, ποιησόμεθα μνήμην: ἡ δὲ ἐν Νικαίᾳ παρὰ τῆς μεγάλης συνόδου μεγαλοφώνως ἐξενεχθεῖσα συμφωνία τῆς πίστεως ἔστιν αὕτη. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα: ὁμοούσιον τῷ Πατρί: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ: δἰ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα: παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ταύτην τὴν πίστιν τριακόσιοι μὲν πρὸς τοῖς δεκαοκτὼ ἔγνωσάν τε καὶ ἔστερξαν: καὶ, ὡς φησὶν ὁ Εὐσέβιος, ὁμοφωνήσαντες καὶ ὁμοδοξήσαντες ἔγραφον: πέντε δὲ μόνοι οὐ προσεδέξαντο, τῆς λέξεως τοῦ ὁμοουσίου ἐπιλαβόμενοι, Εὐσέβιός τε ὁ Νικομηδείας ἐπίσκοπος, καὶ Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεωνᾶς Μαρμαρικῆς, Σεκοῦνδος Πτολεμαΐδος. Ἐπεὶ γὰρ ἔφασαν ὁμοούσιον εἶναι, ὃ ἔκ τινος ἐστὶν, ἢ κατὰ μερισμὸν, ἢ κατὰ ῥεῦσιν, ἢ κατὰ προβολήν: κατὰ προβολὴν μὲν, ὡς ἐκ ῥιζῶν βλάστημα: κατὰ δὲ ῥεῦσιν, ὡς οἱ πατρικοὶ παῖδες: κατὰ μερισμὸν δὲ, ὡς βώλου χρυσίδες δύο ἢ τρεῖς: κατ̓ οὐδὲν δὲ τούτων ἔστιν ὁ Υἱός: διὰ τοῦτο οὐ συγκατατίθεσθαι τῇ πίστει ἔλεγον: πολλὰ οὖν τὴν λέξιν τοῦ ὁμοουσίου σκώψαντες, τῇ καθαιρέσει Ἀρείου ὑπογράψαι οὐκ ἠβουλήθησαν. Διόπερ ἡ σύνοδος Ἄρειον μὲν καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισεν ἅπαντας, προσθέντες μήτε ἐπιβαίνειν τῆς Ἀλεξανδρείας αὐτόν: βασιλέως δὲ πρόσταγμα, καὶ αὐτὸν καὶ τοὺς περὶ Εὐσέβιον καὶ Θέογνιν, εἰς ἐξορίαν ἀπέστειλεν. Εὐσέβιος μὲν οὖν καὶ Θέογνις μικρὸν ὕστερον μετὰ τὴν ἐξορίαν βιβλίον μετανοίας ἐπιδόντες, τῇ πίστει τοῦ ὁμοουσίου συνέθεντο, ὡς προϊόντες δηλώσομεν: τότε δὲ ἐν τῇ συνόδῳ, Εὐσέβιος ὁ τὴν Παμφίλου προσωνυμίαν ἔχων, καὶ τῆς ἐν Παλαιστίνῃ Καισαρείας τὴν ἐπισκοπὴν κεκληρωμένος, μικρὸν ἐπιστήσας, καὶ διασκεψάμενος εἰ δεῖ προσδέξασθαι τὸν ὅρον τῆς πίστεως, οὕτως ἅμα τοῖς πολλοῖς πᾶσι συνῄνεσέν τε καὶ συνυπέγραψεν: και τῷ ὑπ’ αὐτὸν λαῷ ἔγγραφον τὸν ὅρον τῆς πίστεως διεπέμψατο, τὴν τοῦ ὁμοουσίου λέξιν ἑρμηνεύσας, ἵνα μηδὲ ὅλως τις ὑπόνοιαν ἀνθ̓ ὧν ἐπέστησεν ἔχῃ περὶ αὐτοῦ. Ἔστι δὲ αὐτὰ τοῦ Εὐσεβίου τὰ γραφέντα, κατὰ λέξιν τάδε. Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν καὶ ὑμᾶς, ἀγαπητοὶ, μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ̓ ἵνα μὴ ἐκ μόνης τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ̓ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι. Τὸ μὲν οὖν παῤ ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον: Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύσαμέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες, τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν. Ἔστι δὲ αὕτη: Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ Πατρὸς γεγεννημένον: δἰ οὗ καὶ ἐγένετο τὰ πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν ἀνθρώποις πολιτευσάμενον: καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: καὶ ἀνελθόντα πρὸς τὸν πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα Ἅγιον, Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθῶς Πατέρα, καὶ Υἱὸν ἀληθῶς Υἱὸν, καὶ Πνεῦμα Ἅγιον ἀληθὼς Ἅγιον Πνεῦμα: καθὼς καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε: Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν, καὶ οὕτω φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου οὕτω σχήσειν, καὶ ἐν αὐτῇ ἐνίστασθαι τῇ πίστει, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν ἄθεον: ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντα πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα: δεικνύναι ἔχοντες δἰ ἀποδείξεων, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν ὁμοίως. Ταύτης ὑφ̓ ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδενὶ παρῆν ἀντιλογίας τόπος. Ἀλλ̓ αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν: οὕτω τε καὶ ἑαυτὸν φρονεῖν ἐμαρτύρατο, καὶ ταύτῃ τοὺς πάντας συγκαταθέσθαι, καὶ ὑπογράφειν τοῖς δόγμασι, καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου. Ὃ καὶ αὐτὸς ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοι τὸ ὁμοούσιον, οὔτε οὖν κατὰ διαίρεσιν, οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι: μήτε γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι: θείοις δὲ καὶ ἀπορρήτοις ῥήμασι προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος καὶ εὐσεβὴς ἡμῶν βασιλεὺς τοιάδε ἐφιλοσόφει: οἱ δὲ, προφάσει τοῦ ὁμοουσίου, τήνδε τὴν γραφὴν πεποιήκασι. ΤΟ ΜΑΘΗΜΑ. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός: Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα: ὁμοούσιον τῷ Πατρί: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐν τῇ γῇ: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: ἀνελθόντα εἰς τοὺς οὐρανούς: ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, ἦν ποτὲ ὅτε οὐκ ἦν, ἢ οὐκ ἦν πρὶν γεννηθῆναι, ἢ ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ Θεοῦ ἐκκλησία. Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ’ αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν. Ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων: καὶ δὴ καὶ τὸ ἐκ τῆς οὐσίας ὡμολόγητο πρὸς αὐτῶν, δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός: ταύτῃ δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν υἱὸν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγχάνειν. Διόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν τοῦ ὁμοουσίου παραιτούμενοι, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ τὰ αὐτὰ δὲ, καὶ τὸ γεννηθέντα καὶ οὐ ποιηθέντα κατεδεξάμεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν: διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα, τοῖς δἰ αὐτοῦ γενομένοις ὅμοιον: κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι διδάσκει τὰ θεῖα λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως: οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως: τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός: παραστατικὸν δὲ εἶναι τῷ Πατρὶ τὸ ὁμοούσιον, τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν: μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ οὐσίας, ἀλλ̓ ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι: ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας, ἐπ’ αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας: καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα, ἄλυπον εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς: διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία τῶν ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ ἐξ οὐκ ὄντων, καὶ τῷ ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν: ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ, τούτοις εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι. . . . . Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες: καὶ, ὡς εὐλόγως, τότε μὲν καὶ μέχρι ὑστάτης ὥρας ἐνιστάμεθα, ὅθ̓ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτεν: τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅτε ἡμῖν εὐγνωμόνως ἐξετάζουσι τῶν λόγων τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ̓ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις. Τοιαῦτα μὲν ὁ τοῦ Παμφίλου Εὐσέβιος εἰς τὴν Παλαιστίνης Καισάρειαν διεπέμψατο. Καὶ τῇ Ἀλεξανδρέων δὲ ἐκκλησίᾳ, καὶ τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει, κοινῇ ψήφῳ τάδε ἡ σύνοδος ἔγραψεν.