Ancient Greek · ~83 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.9.1
Not analysed yet
Ἐπιστολὴ τῆς συνόδου, περὶ ὧν ὥρισεν ἡ σύνοδος: καὶ ὡς καθῃρέθη Ἄρειος, καὶ οἱ ὁμοφρονοῦντες αὐτῷ. Τῇ ἁγίᾳ Θεοῦ χάριτι, καὶ μεγάλῃ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ τοῖς κατ̓ Αἴγυπτον, καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι; ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων πόλεών τε καὶ ἐπαρχιῶν, μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη, παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστεῖλαι γράμματα: ἵν̓ εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. Πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου: καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν, τὸν Υἱὸν τοῦ Θεοῦ λέγων ἐξ οὐκ ὄντων, καὶ εἶναι ποτὲ ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντος, καὶ κτίσμα καὶ ποίημα ὀνομάζοντος, ἅπαντα ταῦτα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης ἢ ἀπονοίας, καὶ τῶν βλασφήμων ῥημάτων, ἀνασχομένη. Καὶ τὰ μὲν κατ̓ ἐκεῖνον οἵου τέλους τετύχηκε, πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δἰ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσε αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολέσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς, καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαΐδος: τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ̓ ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ ἀσεβείας καὶ τῆς βλασφημίας, καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ, ἠλευθέρωσεν ἡμᾶς, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου, καὶ τῶν ὑπ’ αὐτοῦ χειροτονηθέντων: καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ συνόδῳ, ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. Ἔδοξεν οὖν Μελίτιον μὲν, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου,—κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν,— μένειν ἐν τῇ πόλει ἑαυτοῦ, καὶ μηδεμίαν ἐξουσίαν ἔχειν αὐτὸν μήτε χειροθετεῖν, μήτε προχειρίζεσθαι, μήτε ἐν χώρᾳ μήτε ἐν πόλει ἑτέρᾳ φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα: ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθα. Τοὺς δὲ ὑπ’ αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιαθέντας κοινωνῆσαι ἐπὶ τούτοις, ἐφ̓ ᾧτε ἔχειν μὲν αὐτοὺς τὴν τιμὴν καὶ λειτουργίαν, δευτέρους δὲ εἶναι ἐξάπαντος πάντων τῶν ἐν ἑκάστῃ παροικίᾳ τε καὶ ἐκκλησίᾳ ἐξεταζομένων, τῶν ὑπὸ τοῦ τιμιωτάτου καὶ συλλειτουργοῦ ἡμῶν Ἀλεξάνδρου προκεχειρισμένων: ὥστε τούτοις μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι, ἢ ὑποβάλλειν ὀνόματα, ἢ ὅλως ποιεῖν τι χωρὶς γνώμης τῶν τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπων, τῶν ὑπὸ Ἀλέξανδρον. Τοὺς δὲ χάριτι Θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ὄντας, καὶ ἐξουσίαν ἔχειν προχειρίζεσθαι καὶ ὀνόματα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου, καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν. Εἰ δέ τινας συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ, τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοντο, καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφίζοντος αὐτῷ καὶ ἐπισφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις πᾶσι συνεχωρήθη: ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε, διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν, καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθείη, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ἐμποιῆσαι. Ταῦτα ἐστὶ τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ, καὶ τῇ ἁγιωτάτῃ Ἀλεξανδρέων ἐκκλησίᾳ. Εἰ δέ τι ἄλλο ἐκανονίσθη ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀκριβέστερον ἀνοίσει πρὸς ὑμᾶς, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμῖν, περὶ τῆς συμφωνίας τοῦ ἁγιωτάτου Πάσχα, ὅτι ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος: ὥς τε πάντας τοὺς ἐν τῇ ἑῴᾳ ἀδελφοὺς, τοὺς μετὰ τῶν Ἰουδαίων τὸ πρότερον ποιοῦντας, συμφώνως Ῥωμαίοις καὶ ἡμῖν, καὶ πᾶσιν ὑμῖν τοῖς ἐξ ἀρχαίου μεθ̓ ἡμῶν φυλάττουσι τὸ Πάσχα, ἐκ τοῦ δεῦρο ἄγειν. Χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι, καὶ τῇ τῆς εἰρήνης συμφωνίᾳ, καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι, ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ὑμῶν δὲ ἐπίσκοπον Ἀλέξανδρον, τὸν εὐφράναντα ἡμᾶς ἐν τῇ παρουσίᾳ, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρήνην γενέσθαι καὶ παῤ ὑμῖν. Εὔχεσθε δὲ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα, ταῦτα βέβαια μένῃ, διὰ τοῦ παντοκράτορος Θεοῦ, καὶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν Ἁγίῳ Πνεύματι: ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Ἐν ταύτῃ τῇ τῆς συνόδου ἐπιστολῇ φανερὸν καθίστησιν, ὅτι οὐ μόνον Ἄρειον καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισαν, ἀλλὰ καὶ τὰς λέξεις τῆς δόξης αὐτοῦ: καὶ ὅτι περὶ τοῦ Πάσχα ὁμοφρονήσαντες, ἐδέξαντο τὸν αἱρεσιάρχην Μελίτιον, τὴν μὲν ἀξίαν τῆς ἐπισκοπῆς ἔχειν αὐτὸν συγχωρήσαντες, τὴν δὲ ἐξουσίαν τοῦ πράττειν αὐτὸν τινὰ ὡς ἐπίσκοπον, περιελόντες: δἰ ἣν αἰτίαν νομίζω, ἄχρι νῦν κεχωρίσθαι τῆς ἐκκλησίας τοὺς ἐν Αἰγύπτῳ Μελιτιανοὺς, ὅτι περιεῖλεν ἡ σύνοδος Μελιτίου τὸ δύνασθαι. Ἰστέον δὲ, ὅτι Ἄρειος βιβλίον συνέγραψε περὶ τῆς ἑαυτοῦ δόξης, ὃ ἐπέγραψε Θάλειαν: ἔστι δὲ ὁ χαρακτὴρ τοῦ βιβλίου χαῦνος καὶ διαλελυμένος, τοῖς Σωταδίοις ἄσμασιν, ἤτοι μέτροις, παραπλήσιος: ὅπερ καὶ αὐτὸ τότε ἡ σύνοδος ἀπεκήρυξεν. Οὐ μόνη δὲ ἡ σύνοδος τοῦ γράψαι περὶ τῆς γενομένης εἰρήνης ἐφρόντισεν, ἀλλὰ γὰρ καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δἰ οἰκείων γραμμάτων τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε ἐπέστειλεν. Ἡ ἐπιστολὴ τοῦ βασιλέως. Κωνσταντῖνος Σεβαστὸς, τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε ἀγαπητοὶ ἀδελφοί. Τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν, ἵνα πάσης πλάνης ἀπαλλαγέντες, μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. Οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ̓ ἡμῶν: πᾶν εἴ τι δ̓ ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται: τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους, καὶ τὰ τῶν διαφωνιῶν, ἵν̓ οὕτως εἴπω, θανάσιμα φάρμακα, κατὰ τὴν τοῦ Θεοῦ κέλευσιν, ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. Ἕνα τοιγαροῦν ἅπαντες καὶ τῷ ὀνόματι προσκυνοῦμεν, καὶ εἶναι πεπιστεύκαμεν. Ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει Θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ̓ ὧν περ εἷς ἐξ ὑμῶν ἐγὼ, ὁ συνθεράπων ὑμέτερος καθ̓ ὑπερβολὴν εἶναι χαίρων, καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. Ἠλέγχθη γοῦν ἅπαντα, καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν. Καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ τὰ περὶ τοῦ μεγάλου Σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν, ἀπρεπῶς ἐβλασφήμουν τινες, τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων, ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων, μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις καὶ ἀκριβείαις τοῦ θείου νόμου πέφυκε πίστις εἶναι, βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος, καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παῤ ὑμῖν, ἔπειτα καὶ παῤ ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας. Ἀναδεξώμεθα τοιγαροῦν, ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην: ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφοὺς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν: ἐπὶ τὸ κοινὸν σῶμα, καὶ τὰ γνήσια ἡμῶν μέλη, σπουδῇ πάσῃ ἴωμεν. Τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ, καὶ τῇ πίστει, καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας εἶναι ἐχθρὸν συνέστηκεν, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν. Ὃ γὰρ τοῖς τριακοσίοις ἤρεσεν ἐπισκόποις, οὐδὲ ἔστιν ἕτερον, ἢ τοῦ Θεοῦ γνώμη, μάλιστά γε ὅπου τὸ ἅγιον Πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισεν. Διὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς ὑπερτιθέσθω: ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε: ἵν̓ ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι, τὰς ὀφειλομένας τῷ παντεφόρῳ Θεῷ μεθ̓ ὑμῶν ὁμολογήσω χάριτας, ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας, τὴν εὐκταίαν ὑμῖν ἀγάπην ἀποδέδωκεν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀγαπητοὶ ἀδελφοί. Ὁ μὲν δὴ βασιλεὺς τοιαῦτα ἔγραφε τῷ Ἀλεξανδρέων δήμῳ, μηνύων ὅτι οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, γέγονεν ὁ ὅρος τῆς πίστεως: ἀλλ̓ ὅτι μετὰ πολλῆς συζητήσεως καὶ δοκιμασίας αὐτὸν ὑπηγόρευσαν: καὶ οὐχ ὅτι τινὰ μὲν ἐλέχθη, τινὰ δὲ ἀπεσιγήθη, ἀλλ̓ ὅτι ὅσα πρὸς σύστασιν τοῦ δόγματος λεχθῆναι ἥρμοζε, πάντα ἐκινήθη: καὶ ὅτι οὐχ ἁπλῶς ὡρίσθη, ἀλλ̓ ἀκριβῶς ἐξητάσθη πρότερον: ὥστε πάντα ὅσα ἢ ἀμφιβολίας, ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾷν, ταῦτα ἐκποδὼν γεγενῆσθαι. Τὸ κεφάλαιον δὲ, γνώμην Θεοῦ τὴν πάντων τῶν ἐκεῖ συνελθόντων γνώμην καλεῖ, καὶ Πνεύματι ἁγίῳ τῶν τοσούτων καὶ τηλικούτων ἐπισκόπων τὴν ὁμοφωνίαν γενέσθαι οὐκ ἀπιστεῖ. Σαβῖνος δὲ, ὁ τῆς Μακεδονίου αἱρέσεως προεστὼς, τούτοις μὲν ἑκὼν οὐ προσέχει: ἀλλ̓ ἰδιώτας, καὶ μὴ ἔχειν γνῶσιν, τοὺς ἐκεῖ συνελθόντας φησὶν, κινδυνεύων καὶ αὐτὸν τὸν Καισαρέα Εὐσέβιον ἐπὶ ἀγνωσίᾳ διαβάλλειν: καὶ οὐκ ἐνθυμεῖται ὡς, εἰ καὶ ἰδιῶται ἦσαν οἱ τῆς συνόδου, κατελάμποντο δὲ ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, οὐδαμῶς ἀστοχῆσαι τῆς ἀληθείας ἐδύναντο. Ἐπάκουσον γοῦν, οἶα καὶ δἰ ἑτέρας ἐπιστολῆς ὁ βασιλεὺς, κατά τε Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ νομοθετήσας, τοῖς πανταχοῦ ἐπισκόποις τε καὶ λαοῖς διεπέμψἁ̣?ʼο. Ἄλλη ἐπιστολὴ Κωνσταντίνου. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, ἐπισκόποις καὶ λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος, δίκαιός ἐστι τὴν αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. Ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας ἐχθρὸς, συντάγματα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος, ἄξιον εὕρετο μισθὸν, καὶ τοιοῦτον ὥστε ἐπονείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακοδοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα: οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείου ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν̓ ὧν τοὺς τρόπους μεμίμηνται, τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. Πρὸς δὲ τούτοις, καὶ εἴ τι σύγγραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο, τοῦτο πυρὶ παραδίδοσθαι: ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη, ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο. Ἐκεῖνο μέντοι προαγορεύω, ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας, καὶ μὴ εὐθέως προσενεγκὼν πυρὶ καταναλώσῃ, τούτῳ θάνατος ἔσται ἡ ζημία: παραχρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ, κεφαλικὴν ὑποστήσεται τιμωρίαν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι. Ἄλλη ἐπιστολή. Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις. Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία, καὶ εἰλικρινὴς ἀγάπη, ὁμογνώμων τε περὶ τὸν παγκρατῆ Θεὸν εὐσέβεια τηρῆται. Ἀλλ̓ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μὴ εἰς ταὐτὸ πάντων ὁμοῦ, ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο: τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων, καὶ αὐτὸς δὲ καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών,—οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ̓ ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι,—ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη: ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι. Ἔνθα καὶ περὶ τῆς τοῦ Πάσχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν, ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται, τοῦ τὴν ἑορτὴν ταύτην, παῤ ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ, παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν, ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν: οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες, εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν: ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθους ἀποβληθέντος, ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ὑμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν: πρόκειται γὰρ δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων: τούτον συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. Ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ ἦμεν ἱκανοί. Τί δὲ φρονεῖν ἐκεῖνοι ὀρθὸν δυνήσονται, οἳ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν, ἄγονται οὐ λογισμῷ τινὶ, ἀλλ̓ ὁρμῇ ἀκατασχέτῳ, ὅποι ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀγάγῃ μανία; ἐκεῖθεν τοίνυν κᾂν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ πλεῖστον αὐτοὺς πλανωμένους, ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως, ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὖν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται; δεύτερόν γε τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. Ἀλλ̓ εἰ καὶ ταῦτα μὴ προΰκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δἰ εὐχῆς ἔχειν πάντοτε, ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ἡμετέρας ψυχῆς κοινωνεῖν, ἢ δοκεῖν, ἀνθρώπων ἔθεσι παγκάκων. Πρὸς τούτοις, κᾀκεῖνο πάρεστι συνορᾷν, ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν, ἐστὶν ἀθεώτατον: μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτὴρ, μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται: ἧς εἰ καὶ ταμάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ̓ ὅμως ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς, κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια τελεῖν: καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας, ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο, ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾷν. Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ Κυριοκτόνων ἐκείνων εἶναι κοινόν: ἔστι τε τάξις εὐπρεπὴς, ἣν ἅπασαι τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν αἱ ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων: ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην: ἵν̓ ὅπερ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε καὶ Ἀφρικὴν, ἅπασαν Αἴγυπτον, Ἱσπανίας, Γαλλίας, Βρεττανίας, Λιβύην, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις: λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς ἀπαιτεῖν δοκεῖ λόγος, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοιαύτῃ ἁγιότητι εἶναι τινὰ διαφοράν: καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία. Τούτων οὖν οὕτω στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐρανίαν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν: πᾶν γὰρ ὅ τι δ̓ ἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον, καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε: ἵν̓ ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἁγίαν μεθ̓ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ: καὶ πάντων ἕνεκεν μεθ̓ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ὑμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Ἄλλη ἐπιστολὴ πρὸς Εὐσέβιον. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ. Ἕως τοῦ παρόντος χρόνου, τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτῆρος Θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα, πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἐνεργείας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε. Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης, καὶ τοῦ δράκοντος ἐκείνου Λικιννίου τοῦ διώκτου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως Θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γενέσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας, ἐπιγνόντας δὲ τὸν ὄντως ὄντα Θεὸν, ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. Ὅσων τοίνυν ἢ αὐτὸς προΐστασαι ἐκκλησιῶν, ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους πρεσβυτέρους τε ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα, ἢ εἰς μείζονα αὔξειν, ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ, καινὰ ποιεῖν. αἰτήσεις δὲ καὶ αὐτὸς, καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα, παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως: τούτοις γὰρ ἐπεστάλη, πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ὁ Θεὸς διαφυλάξοι σε, ἀγαπητὲ ἀδελφέ. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς πρὸς τοὺς καθ̓ ἑκάστην ἐναρχίαν ἐπισκόπους ἐπέστειλεν. Ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Παλαιστῖνον, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ Καισαρείας. Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ Σωτῆρος Θεοῦ συναιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτὸν ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν. Σφόδρα τοίνυν ἄξιον καταφαίνεται, καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους: τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει: πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα, ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων, γραφῆναι κελεύσειας: τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τὴν ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις. Ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. Ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται: καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν, ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. Οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων: ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. Ὁ Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. Ἄλλη ἐπιστολὴ πρὸς Μακάριον. Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Μακαρίῳ Ἱεροσολύμων. Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστὶν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος πράγματος ἀξίαν εἶναι δοκεῖν. Τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως, ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθελήσωσιν εἰπεῖν, οὐδ̓ ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται: ἐπὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἔστι μοὶ σκοπὸς, ἵν̓ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν, ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἱ ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνοιντο. Ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερὸν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μέλει μᾶλλον, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν Θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης, ὥσπερ τινος ἐπικειμένου βάρους, ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς Θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δὲ ἀποφανθέντα ἀφ̓ οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τὰ ἐφ̓ ἑκάστης πόλεως καλλιστεύοντα ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. Καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐργασίας τε καὶ καλλιεργίας, Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ διέποντι τῶν λαμπροτάτων ἐπάρχων τὰ μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι, παῤ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας, καὶ τεχνίτας καὶ ἐργάτας, καὶ πάνθ̓ ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων, ἢ τῶν μαρμάρων, ἃ δ̓ ἂν νομίσῃς εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης: πρὸς ἡμᾶς γράψαι σπούδασον: ἵν̓ ὅσων δ̓ ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ. Τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ̓ ἀξίαν φαιδρύνεσθαι δίκαιον. Τὴν δὲ τῆς βασιλικῆς καμάραν, πότερον λακωναρίαν ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι: εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι. Τὸ λειπόμενον, ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία: καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴγε τοῦτο κάλλιον ἐπικρίνειας. Ὁ Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. Καὶ ἄλλας δὲ ἐπιστολὰς ὁ βασιλεὺς κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ πανηγυρικώτερον γράψας πανταχοῦ κατὰ πόλεις προσέθηκε, διακωμῳδῶν καὶ τῷ τῆς εἰρωνείας ἤθει διαβάλλων αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ Νικομηδεῦσι κατὰ Εὐσεβίου καὶ Θεόγνιδος γράφων, καθάπτεται μὲν τῆς Εὐσεβίου κακοτροπίας, οὐ μόνον ἐπὶ τῷ Ἀρειανισμῷ, ἀλλ̓ ὅτι καὶ τῷ τυράννῳ ἤδη πρότερον εὐνοῶν τοῖς αὐτοῦ πράγμασιν ἐπεβούλευσε: παραινεῖ δὲ ἕτερον ἑλέσθαι ἐπίσκοπον ἀντ̓ αὐτοῦ. Ἀλλὰ τὰς περὶ τούτων ἐπιστολὰς, διὰ τὸ ἐν αὐταῖς μῆκος, ἐνταῦθα προσγράψαι περιττὸν εἶναι ἐνόμισα: ἔξεστι δὲ τοῖς βουλομένοις ἀναζητῆσαι καὶ ἐντυγχάνειν αὐταῖς. Καὶ περὶ τούτων τοσαῦτα εἰρήσθω.