Ancient Greek · ~5 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.11
Not analysed yet
Ὡς Γρηγορίου μετὰ χειρὸς στρατιωτικῆς εἰς Ἀλεξάνδρειαν κατελθόντος Ἀθανάσιος ἔφυγεν. Τούτων γινομένων καὶ Γρηγόριον κατήγαγον ἐν Ἀλεξανδρείᾳ Συριανός τε ὁ στρατηγὸς, καὶ οἱ σὺν αὐτῷ ὁπλῖται στρατιῶται ἀριθμὸς ὄντες πεντακισχίλιοι. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ ἐκεῖ τὰ Ἀρείου φρονοῦντες. Ὅπως δὲ Ἀθανάσιος τῆς ἐκκλησίας ἐξωθούμενος τοῦ συλληφθῆναι αὐτὸν διέφυγε, λεκτέον. Ἑσπέρα μὲν ἦν: ὁ δὲ λαὸς ἐπαννύχιζε προσδοκωμένης συνάξεως. Ἥκει δὲ ὁ στρατηγὸς κατὰ φάλαγγα τοὺς στρατιώτας τάξας πανταχόθεν τῆς ἐκκλησίας. Ἀθανάσιος δὲ ἑωρακὼς τὰ γινόμενα φροντίδα ἔθετο ὅπως ἂν τῷ λαῷ μηδαμῶς βλάβη γένηται δἰ αὐτόν: καὶ προστάξας διακόνῳ κηρύξαι εὐχὴν, αὖθις ψαλμὸν λέγεσθαι παρεσκεύασε. Συμφωνίας δὲ ἐκ τῆς ψαλμῳδίας γενομένης, διὰ μιᾶς τῶν πυλῶν τῆς ἐκκλησίας πάντες ἐξῄεσαν. Τούτου γινομένου οἱ στρατιῶται ἀπόμαχοι ἔμενον: ὁ δὲ Ἀθανάσιος ἐν μέσοις τοῖς ψαλμῳδοῦσιν ἀβλαβὴς διεσώζετο. Τοῦτον δὲ τὸν τρόπον διεκφυγὼν ἐπὶ τὴν Ῥώμην ἀνέδραμε: καὶ Γρηγόριος μὲν τότε τῆς ἐκκλησίας ἐκράτησεν. Ὁ δὲ Ἀλεξανδρέων λαὸς, οὐκ ἐνεγκόντες τὸ γεγονὸς, τὴν καλούμενην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. Τοσαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Εὐσέβιος δὲ ὅσα ἐβούλετο κατεργασάμενος, διεπρεσβεύετο πρὸς Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, αὐτὸν κριτὴν τῶν κατὰ Ἀθανάσιον γενέσθαι παρακαλῶν, καὶ πρὸς ἑαυτὸν καλεῖν τὴν δίκην.