Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.12
Not analysed yet
Ὡς Εὐσεβίου τελευτήσαντος ὁ ἐν Κωνσταντινουπόλει λαὸς Παῦλον αὖθις ἐνεθρόνισε: καὶ ὡς οἱ Ἀρειανοὶ Μακεδόνιον προεβάλλοντο. Ἀλλ̓ οὐκ ἔφθασε μαθεῖν Εὐσέβιος τὰ παρὰ Ἰουλίου περὶ Ἀθανασίου κριθέντα: μικρὸν γὰρ μετὰ τὴν σύνοδον ἐπιβιοὺς ἐτελεύτησε. Διόπερ καὶ ὁ ἐν Κωνσταντινουπόλει λαὸς αὖθις εἰς τὴν ἐκκλησίαν τὸν Παῦλον εἰσάγουσι. Κατὰ ταὐτὸν δὲ καὶ οἱ Ἀρειανίζοντες ἐν τῇ λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον. Καὶ τοῦτο δὲ ἐποίησαν οἱ πρώην Εὐσεβίῳ τῷ πάντα κυκῶντι συμπράττοντες, τότε δὴ τὴν αὐθεντίαν διαδεξάμενοι: εἰσὶ δὲ οὗτοι Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας τῆς ἐν Θρᾴκῃ, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, Οὐάλης Μουρσῶν τῆς ἄνω Παννονίας. Οὐρσάκιος μὲν οὖν καὶ Οὐάλης ὕστερον μεταγνόντες, βιβλίον μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ ἐπιδόντες, τῇ ὁμοουσίῳ τε δόξῃ συντιθέμενοι ἐκοινώνησαν. Τότε δὲ διαπύρως τὴν Ἀρειανὴν συγκροτοῦντες θρησκείαν οὐ τοὺς τυχόντας κατὰ τῶν ἐκκλησιῶν πολέμους ἐτύρευσαν, ὧν εἷς ἦν ὁ διὰ Μακεδονίου ἐν τῇ Κωνσταντινουπόλει γενόμενος. Ὑπὸ γὰρ τοῦδε τοῦ ἐμφυλίου τῶν Χριστιανῶν πολέμου συνεχεῖς ἐγίνοντο κατὰ τὴν πόλιν στάσεις, πολλοί τε ἐκ τῶν γινομένων συντριβέντες ἀπώλοντο.