Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.14
Not analysed yet
Ὅτι οἱ Ἀρειανοὶ Γρηγόριον τῆς Ἀλεξανδρείας μεταστήσαντες Γεώργιον ἀνταπέστειλαν. Ἐν δὲ τῷδε καὶ οἱ Ἀρειανίζοντες μεθιστῶσιν ἐκ τῆς Ἀλεξανδρείας Γρηγόριον ὡς μισούμενον ἐν ταὐτῷ δὲ καὶ διὰ τὸν τῆς ἐκκλησίας ἐμπρησμὸν, καὶ ὅτι ἧττον τὴν αὐτῶν δόξαν συνεκρότει. Ἀντέπεμπον δὲ Γεώργιον, ὃς ἐκ Καππαδοκίας μὲν ὡρμᾶτο, δόξαν δὲ δεινοῦ περὶ τὴν αὐτῶν θρησκείαν ἐκέκτητο.