Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.15
Not analysed yet
Ὡς Ἀθανάσιος καὶ Παῦλος εἰς τὴν Ῥώμην παραγενόμενοι καὶ γράμμασιν ὀχυρωθέντες τοῦ ἐπισκόπου Ἰουλίου κατέλαβον αὖθις τοὺς ἰδίους θρόνους. Ἀθανάσιος μέντοι ὀψέποτε διαβῆναι ἐπὶ τὴν Ἰταλίαν ἐξίσχυσε. Τῶν δὲ ἑσπερίων τηνικαῦτα μερῶν Κώνστας ὁ νεώτερος τῶν Κωνσταντίνου παίδων μόνος ἐκράτει, Κωνσταντίνου τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ τῶν στρατιωτῶν ἀναιρεθέντος, καθὰ καὶ ἤδη φθάσαντες προείπομεν. Κατ̓ αὐτὸ δὲ καὶ Παῦλος ὁ τῆς Κωνσταντινουπόλεως, καὶ Ἀσκληπᾶς Γάζης, καὶ Μάρκελλος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, καὶ Λούκιος Ἀδριανουπόλεως, ἄλλος δἰ ἄλλο κατηγορηθέντες καὶ τῶν ἐκκλησιῶν ἐξελαθέντες, ἐν τῇ βασιλευούσῃ Ῥώμῃ εὑρίσκονται. Γνωρίζουσιν οὖν τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ τὰ καθ̓ ἑαυτούς: ὁ δὲ, ἅτε προνόμια τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐχούσης, παρρησιαστικοῖς γράμμασιν ὠχύρωσεν αὐτοὺς, καὶ ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει τὸν οἰκεῖον ἑκάστῳ τόπον ἀποδιδοὺς, καὶ καθαπτόμενος τῶν προπετῶς καθελόντων αὐτούς. Οἱ δὲ ἀναζεύξαντες ἐκ τῆς Ῥώμης, καὶ τοῖς τύποις τοῦ ἐπισκόπου Ἰουλίου θαρροῦντες, τάς τε ἑαυτῶν ἐκκλησίας καταλαμβάνουσι, καὶ τὰς ἐπιστολὰς πρὸς οὓς ἐγράφησαν διαπέμπονται. Οἱ δὲ δεξάμενοι ὕβριν ἐποιοῦντο τὴν ἐπίπληξιν: καὶ σύνοδον ἐν τῇ Ἀντιοχείᾳ κηρύξαντες, συνελθόντες ἐν αὐτῇ γνώμῃ κοινῇ σφοδρότερον δἰ ἐπιστολῆς ἀντεγκαλοῦσι τῷ Ἰουλίῳ, δηλοῦντες μὴ δεῖν κανονίζεσθαι παῤ αὐτοῦ, εἰ βούλοιντο ἐξελαύνειν τινας τῶν ἐκκλησιῶν: μηδὲ γὰρ αὐτοὺς ἀντειπεῖν, ὅτε Ναύατον τῆς ἐκκλησίας ἤλαυνον. Ταῦτα μὲν οἱ τῆς ἑῴας ἐπίσκοποι τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ διεπέμποντο. Ἐπειδὴ δὲ Ἀθανασίου εἰς τὴν Ἀλεξάνδρειαν εἰσιόντος, ὠθισμὸς τῶν ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ ἐγένετο, ἐκ δὲ τούτου φασὶ ταραχὰς καὶ διαφθορὰς ἀνθρώπων γεγονέναι, οἵ τε Ἀρειανίζοντες τὴν βλασφημίαν καὶ τὰ ἐκ τούτων ἐγκλήματα ἐπὶ Ἀθανάσιον ὡς αἴτιον ἀναφέρουσι, βραχέα περὶ τούτων λεκτέον. Τὰς μὲν γὰρ ἀληθεῖς αἰτίας ὁ Θεὸς οἶδεν, ὁ αὐτῆς τῆς ἀληθείας κριτής. Ὅτι δὲ ταῦτα κατὰ τὸ πλεῖστον εἴωθε γίνεσθαι ὅταν καθ̓ ἑαυτῶν στασιάζῃ τὰ πλήθη, οὐκ ἄγνωστα τοῖς εὖ φρονοῦσι καθέστηκεν. Ὥστε μάτην Ἀθανασίῳ τὴν αἰτίαν ἀνάπτουσιν οἱ λοιδοροῦντες αὐτὸν, καὶ μάλιστα Σαβῖνος ὁ τῆς Μακεδονίου προεστὼς αἱρέσεως: ὃς εἰ διελογίζετο, πόσα κακὰ κατὰ Ἀθανασίου οἱ Ἀρειανίζοντες καὶ τῶν τὸ ὁμοούσιον φρονούντων εἰργάσαντο, ἢ ὅσαι δἰ Ἀθανάσιον γενόμεναι σύνοδοι ἀπωδύραντο, ἢ ὅσα αὐτὸς ὁ αἱρεσιάρχης Μακεδόνιος κατὰ πασῶν τῶν ἐκκλησιῶν διεπράξατο, ἡσυχίαν ἦγεν ἂν, ἢ φθεγγόμενος εὔφημα ἂν πρὸ τούτων ἐφθέγγετο. Νῦν δὲ ταῦτα πάντα ἀποσιγήσας, ἐκεῖνα διαβάλλει: ἀλλ̓ οὐδ̓ ὅλως τοῦ αἱρεσιάρχου μνήμην πεποίηται, πάντως που τὰ τῆς δραματουργίας αὐτοῦ τολμήματα καλύπτειν βουλόμενος. Καὶ τὸ δὴ θαυμαστότερον, οὓς πέφευγεν Ἀρειανοὺς οὐκ εἶπε κακῶς: ᾧ δὲ ἠκολούθησε Μακεδονίῳ τούτου καὶ τὴν χειροτονίαν ἀπέκρυψεν. Εἰ γὰρ αὐτῆς ἐμέμνητο, ἐμέμνητο ἂν πάντως καὶ τῶν ἀδικημάτων αὐτοῦ, ὡς τὰ ἐπ’ αὐτῆς γενόμενα δείκνυσι. Τοσαῦτα μὲν περὶ τούτου.