Ancient Greek · ~24 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.21.1
Not analysed yet
Ἀπολογία ὑπὲρ Εὐσεβίου τοῦ Παμφίλου. Ἐπειδὴ δέ τινες ἐπεχείρησαν καὶ αὐτὸν λοιδορῆσαι, φημὶ δὴ τὸν Παμφίλου Εὐσέβιον, ὡς Ἀρειανίζοντα ἐν οἶς λόγοις ἐξέδωκε, μικρὰ καὶ περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον ἡγοῦμαι. Πρῶτον μὲν γὰρ τῇ ἐν Νικαίᾳ συνόδῳ τὸ ὁμοούσιον ὁριζούσῃ καὶ παρῆν καὶ συνέθετο: λέγει δὲ καὶ αὐτὸς ἐν τῷ τρίτῳ βιβλίῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα: Πάντας δὲ ὁ βασιλεὺς εἰς ὁμόνοιαν ἐλαύνων, εἰς ὅτε ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι τὸ ἐπ’ αὐτῷ κατέστησεν: ὡς ὁμόφωνον κρατῆσαι τὴν ʽἐν Νικαίᾳ, σοξ. ʼ πίστιν. Εἰ τοίνυν Εὐσέβιος, τῆς ἐκεῖσε συνόδου μνήμην ποιούμενος, λελύσθαι μὲν τὰ τότε ἀμφισβητούμενα λέγει, πάντας δὲ ὁμοφρονῆσαι καὶ ὁμοδοξῆσαι, πῶς Ἀρειανίζειν αὐτόν τινες ὑπολαμβάνουσιν; πλανῶνται δὲ καὶ Ἀρειανοὶ φρονεῖν αὐτὸν νομίζοντες τὰ αὐτῶν. Ἀλλ̓ ἐρεῖ τις ὡς ἐν τοῖς λόγοις αὐτοῦ Ἀρειανίζειν δοκεῖ τῷ συνεχῶς λέγειν διὰ Χριστοῦ. Πρὸς ὃν ἀποκρινούμεθα, ὅτι τῇ λέξει ταύτῃ πολλάκις καὶ οἱ τῆς ἐκκλησίας ἐχρήσαντο, καὶ ταῖς ἄλλαις ταῖς μηνυούσαις τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος τοῦ Σωτῆρος ἡμῶν. Καὶ πρό γε ἁπάντων τούτων ὁ ἀπόστολος ταῖς λέξεσι ταύταις ἐχρήσατο: καὶ οὐδὲ πώποτε ὡς κακοδοξίας διδάσκαλος ἐνομίσθη. Ἔτι μὴν καὶ Ἀρείου κτίσμα τὸν Υἱὸν ὡς ἓν τῶν ἄλλων τολμήσαντος εἰπεῖν, ἐπάκουσον οἶα Εὐσέβιος περὶ τούτου ἐν τῷ πρώτῳ βιβλίῳ τῷ πρὸς Μάρκελλον κατὰ λέξιν φησίν: Ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μόνος αὐτὸς, καὶ οὐ δὲ ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν: ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φᾶναι τετολμηκόσιν, ἐξ οὐκ ὄντων ὅμοιον τοῖς λοιποῖς κτίσμασι γενόμενον. Καὶ πῶς γὰρ ἔτι ἔσται Υἱὸς, πῶς δὲ μονογενὴς τοῦ Θεοῦ, ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; . . . τῶν τε πολλῶν γενητῶν ἔσται εἶς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας: ἀλλ̓ οὐχ ὧδε περὶ αὐτοῦ τὰ θεῖα παιδεύει λόγια. Εἶτα μετ̓ ὀλίγα πάλιν ἐπιφέρει: ὁ τοίνυν γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν Υἱὸν ὁριζόμενος, λέληθε τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δὲ ἀληθῶς, Υἱὸς εἶναι ἀρνούμενος: ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ ἀληθῶς γένοιτ̓ ἂν Υἱὸς τοῦ Θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γενητῶν. Ἀλλ̓ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ ὁ ἐξ αὐτοῦ, ὡς, ἅτε ἐκ Πατρὸς ἀποτεχθεὶς, εἰκότως ἂν καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειε τοῦ Πατρός: οὕτω δὲ, καὶ Θεὸς ἂν εἴη. Τί γὰρ ἂν καὶ Θεοῦ γέννημα, ἢ τὸ τῷ γεγεννηκότι ἀφωμοιωμένον; Κτίζει μὲν οὖν βασιλεὺς πόλιν, ἀλλ̓ οὐ γεννᾷ πόλιν: γεννᾷν δὲ υἱὸν, ἀλλ̓ οὐ κτίζειν λέγεται. Καὶ τεχνίτης δημιουργὸς, ἀλλ̓ οὐ πατὴρ γένοιτ̓ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου: τοῦ δὲ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς λεχθείη. Καὶ δὴ καὶ ὁ τῶν ὅλων Θεὸς τοῦ μὲν Υἱοῦ Πατὴρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. Εἰ δὲ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. Τοιαῦτα μὲν καὶ ἕτερα πλείονα ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ πρώτῳ λόγῳ τῷ πρὸς Μάρκελλον φησίν. Καὶ ἐν τρίτῳ δὲ ὁ αὐτὸς, διδάσκων πῶς δεῖ τὸ κτίσμα τὴν λέξιν ἐκδέχεσθαι, τοιάδε φησίν: Τούτων τοίνυν ὧδε ἐπικατασκευαζομένων, ἀκόλουθον ἐστὶ μετὰ τῶν προεκτεθέντων ἁπάντων, καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, λελέχθαι. Εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτὸν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν ταῦτα ἂν εἴποι, οὐδ̓ ὡς τοῖς λοιποῖς κτίσμασι καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος ὁμοίως γεγονὼς, ὅ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν: ἀλλ̓ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ τοῦ Κυρίου τοῦ ἑαυτοῦ Πατρὸς κατατεταγμένος: τοῦ ἔκτισεν ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου. Διαρρήδην οὖν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος, Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δἰ αὐτοῦ πεμπομένοις. Καὶ ὁ εἰπὼν δὲ προφήτης, Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ: διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ: . . . . τὸ κτίζων οὐκ ἐκ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν: οὐ γὰρ τότε ἔκτισεν ὁ Θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν, Οὐδὲν γὰρ πρόσφατον ὑπὸ τὸν ἥλιον: ἀλλ̓ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ̓ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι, ὅτε δίκην βροντῆς Ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, ἐπληρώθησαν δὲ Πνεύματος Αγίου. Καὶ οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ Θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ, Διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τοῦ κτίζων ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ̓ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. Καὶ ὁ λέγων δὲ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτο ἔλεγε, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο. Οὕτως εἴρηται καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ἀντὶ τοῦ συναγάγῃ. Ὅρα μήποτε τοιοῦτόν ἐστι καὶ τὸ, Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα: καὶ τὸ, Εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις: καὶ ὅσα ἄλλα εὕροι τις ἂν τοιούτῳ τρόπῳ τὴν θεόπνευστον γραφὴν διερευνώμενος: μὴ θαυμάσῃς εἰ μεταφορικῶς καὶ ἐν τῷ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξε. Τοιαῦτα μὲν ὁ Εὐσέβιος ἐν τοῖς πρὸς Μάρκελλον διέξεισιν: ἡμεῖς δὲ αὐτὰ παρεθέμεθα διὰ τοὺς μάτην ἐρεσχελοῦντας καὶ βλασφημεῖν τὸν ἄνδρα ἐπιχειρήσαντας. Οὔτε γὰρ ἔχουσι δεῖξαι ὅτι Εὐσέβιος ἀρχὴν τῆς ὑπάρξεως δίδωσι τῷ Υἱῷ τοῦ Θεοῦ, κὰν ταῖς τῆς οἰκονομίας λέξεσιν ἐν τοῖς βιβλίοις εὑρίσκουσιν αὐτὸν καταχρώμενον: μάλιστα δὲ ὅτι ζηλωτὴς καὶ θαυμαστὴς τῶν Ὠριγένους βιβλίων ἐστὶν, ἐν οἶς πανταχοῦ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα εὑρίσκουσιν οἱ τῶν Ὠριγένους βιβλίων τὸ βάθος κατανοῆσαι δυνάμενοι. Καὶ ταῦτα μὲν ἐν παρεκβάσει διὰ τοὺς λοιδορεῖν ἐπιχειρήσαντας τὸν Εὐσέβιον εἴρηται.