Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.22
Not analysed yet
Ὡς τῆς ἐν Σαρδικῇ συνόδου ἀποδούσης τοὺς θρόνους Ἀθανασίῳ καὶ Παύλῳ, καὶ τοῦ βασιλέως τῆς ἑῴας μὴ δεχομένου, πόλεμον ὁ τῶν ἑσπερίων ἠπείλησε βασιλεύς. Οἱ μέντοι ἐν Σαρδικῇ συνελθόντες καὶ ἐν Φιλιππουπόλει τῆς Θρᾴκης ἰδιάζοντα συνέδρια ποιησάμενοι, τὰ δοκοῦντα αὐτοῖς ἑκάτεροι πράξαντες, κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Διεσπᾶτο οὖν τῆς ἀνατολῆς ἡ δύσις: καὶ ἦν ὅρος τῆς κοινωνίας αὐτοῖς τὸ ὄρος τὸ λεγόμενον Τισοῦκις, ὅπερ ἐστὶν Ἰλλυριῶν τε καὶ Θρᾳκῶν: καὶ ἕως μὲν τοῦ ὄρους τούτου ἀδιάφορος ἦν ἡ κοινωνία, διαφόρου τυγχανούσης τῆς πίστεως: περαιτέρω δὲ ἀλλήλοις οὐκ ἐκοινώνουν. Τοιαύτη τις ἦν τότε τῆς περὶ τὰς ἐκκλησίας καταστάσεως σύγχυσις. Μετὰ ταῦτα δὲ εὐθὺς ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς τὰ ἐν τῇ κατὰ Σαρδικὴν γενόμενα γνώριμα τῷ ἀδελφῷ Κωνσταντίῳ καθίστησιν, ἀποδίδοσθαί τε τοῖς περὶ Παῦλον καὶ Ἀθανάσιον τοὺς ἰδίους τόπους παρεκελεύετο. Ὡς δὲ ὁ Κωνστάντιος παρεῖλκε πρὸς τὰ γραφόμενα, αἵρεσιν αὖθις προὐτίθει ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς, ἢ δέχεσθαι τοὺς περὶ Παῦλον καὶ Ἀθανάσιον ἐν τῇ οἰκείᾳ τάξει, καὶ ἀποδιδόναι αὐτοῖς τὰς ἐκκλησίας, ἢ μὴ ποιοῦντα τοῦτο ἐχθρόν τε εἶναι καὶ προσδέχεσθαι πόλεμον. Ἔστι δὲ τὰ πρὸς τὸν ἀδελφὸν γραφέντα τάδε: Ὧδε μέν εἰσι παῤ ἐμοὶ Ἀθανάσιος καὶ Παῦλος: ἀλλὰ πυνθανόμενος διέγνων εὐσεβείας αὐτοὺς χάριν διώκεσθαι. Εἰ μὲν οὖν ἐπαγγέλλῃ ἀποδιδόναι τούτοις τοὺς θρόνους, ἐπαμυνόμενος τοὺς μάτην αὐτοῖς προσφυομένους, ἀποστελῶ πρός σε τοὺς ἄνδρας: εἰ δ̓ ἀνανεύοις ταῦτα οὕτω ποιεῖν, εὖ ἴσθι ὅτι αὐτὸς ἐγὼ αὐτόθι γενόμενος, καὶ ἄκοντός σου, τούτοις τοὺς οἰκείους ἀποδίδωμι θρόνους.