Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.27
Not analysed yet
Ὡς Μακεδόνιος τοῦ θρόνου ἐπιλαβόμενος πολλὰ κακὰ τοὺς μὴ φρονοῦντας τὰ αὐτοῦ πεποίηκε. Τότε δὲ καὶ ἐν Κωνσταντινουπόλει Μακεδόνιος τῶν ἐκκλησιῶν ἐγκρατὴς γίνεται, Παύλου ἐκποδὼν γενομένου καθ̓ ὃν εἴρηται τρόπον: παρρησίαν τε παρὰ βασιλεῖ μεγίστην κτησάμενος, Χριστιανικὸν ἐκίνησε πόλεμον, οὐχ ἥττονα ἢ ὑπὸ τὸν αὐτὸν χρόνον ἐποίουν οἱ τύραννοι: πείσας τε τὸν βασιλέα συλλαμβάνεσθαι αὐτῷ πορθοῦντι τὰς ἐκκλησίας, παρασκευάζει νόμῳ κυροῦσθαι ὅσα κακῶς πράττειν ἐβούλετο. Καὶ τὸ ἐντεῦθεν κατὰ πόλεις μὲν νόμος προὐτίθετο, στρατιωτικὴ δὲ χεὶρ ὑπουργεῖν κεκέλευστο τοῖς τοῦ βασιλέως θεσπίσμασιν: ἐξωθοῦντό τε οἱ φρονοῦντες τὸ ὁμοούσιον οὐκ ἐκ τῶν ἐκκλησιῶν μόνον, ἀλλ̓ ἤδη καὶ ἐκ τῶν πόλεων. Καὶ τὸ μὲν πρότερον περὶ τὸ ἐξωθεῖν μόνον ἐσχόλαζον: προβαίνοντος δὲ τοῦ κακοῦ, ἐπὶ τὸ ἀναγκάζειν συγκοινωνεῖν αὐτοῖς ἐτρέποντο, μικρὰ τῶν ἐκκλησιῶν φροντίσαντες. Ἦν δὲ ἡ ἀνάγκη οὐ μείων ἧς πρότερον παρέσχον οἱ τοῖς ἀγάλμασι προσκυνεῖν ἀναγκάσαντες. Καὶ γὰρ παντοίας αἰκίας προσέφερον, καὶ στρεβλώσεις ποικίλας καὶ δημεύσεις χρημάτων: ἐξορίαις τε πολλοὶ ὑπεβάλλοντο: καὶ οἱ μὲν ταῖς βασάνοις ἐναπέθνησκον, οἱ δὲ ἐφθείροντο κατὰ τὰς ἐξορίας ἀπαγόμενοι. Καὶ ταῦτα ἐγίνοντο κατὰ πάσας μὲν τὰς ἀνατολικὰς πόλεις, ἐξαιρέτως δὲ ἐν τῇ Κωνσταντινουπόλει. Τοῦτον μὲν οὖν τὸν ἐμφύλιον διωγμὸν, βραχὺν ὄντα πρότερον, εἰς τὴν ἐπισκοπὴν παρελθὼν Μακεδόνιος ηὔξησεν. Αἱ δὲ περὶ τὴν Ἑλλάδα πόλεις καὶ Ἰλλυριοὺς καὶ τὰ ἑσπέρια μέρη ἔμμενον ἔτι ἀσάλευτοι, τῷ συμφωνεῖν τε ἀλλήλοις καὶ τὸν παραδοθέντα ἐκ τῆς ἐν Νικαίᾳ συνόδου κανόνα κρατεῖν.