Ancient Greek · ~18 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.28.1
Not analysed yet
Περὶ τῶν γεγονότων ἐν τῇ Ἀλεξανδρείᾳ ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ, ἐκ τῆς Ἀθανασίου διηγήσεως. Οἷα δὲ τῇ Ἀλεξανδρείᾳ Γεώργιος ὑπὸ τὸν αὐτὸν χρόνον εἰργάζετο, τῆς φωνῆς Ἀθανασίου τοῦ πεπονθότος καὶ παρόντος τοῖς γινομένοις ἐπάκουσον. Ἐν γὰρ τῷ ἀπολογητικῷ περὶ τῆς φυγῆς ἑαυτοῦ λόγῳ κατὰ λέξιν περὶ τῶν ἐκεῖ γεγενημένων φησί: Καὶ γὰρ εἰς τὴν Ἀλεξάνδρειαν ἐπεφύησαν ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι. Καὶ γέγονε τὰ ὕστερα χείρονα τῶν πρώτων: στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν ἐγίνετο. Εἶτα εἰσελθὼν τῇ Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο: ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι: ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι τε καὶ ἄρτοι: ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο: καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι: καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα. Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν, Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένουσ—οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἔτυχον—τοιαῦτα εἰργάσατο, οἷα παῤ αὐτῶν ἔπρεπε πραχθῆναι. Πυρκαϊὰν γὰρ ἅψας, καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν αὐτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν αὐτὰς εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις ἐπιγνωσθῆναι. Ἄνδρας τε κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε: ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν ἐν ἑαυταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὴν παρθένον ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν. Τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι συνεχώρησαν: ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν, ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μεῖζον ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Θμοῦϊν, Γάϊον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νειλάμμωνα, Ἀγάθωνα, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὥς τινας μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν: ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν ἐξᾶραι τὴν ἀλήθειαν. Τοιαῦτα μὲν Ἀθανάσιος περὶ τῶν ὑπὸ Γεωργίου κατὰ τὴν Ἀλεξάνδρειαν γενομένων οἰκείαις διεξῆλθε φωναῖς. Ὁ δὲ βασιλεὺς ἐπὶ τὴν Ἰλλυρίδα ἐστρατοπεδεύετο: ἦγε γὰρ αὐτὸν ἐκεῖσε τῶν δημοσίων χρειῶν ἡ ἀνάγκη, μάλιστα δὲ ἡ Βετρανίωνος ὑπὸ τῶν στρατιωτῶν ἀναγόρευσις. Γενόμενος δὲ ἐν Σιρμίῳ κατὰ συνθήκας ἐντυγχάνει τῷ Βετρανίωνι, κατασκευάζει τε μεταθέσθαι τοὺς ἀνακηρύξαντας αὐτὸν στρατιώτας: οἱ καὶ μεταθέμενοι Κωνστάντιον μόνον ἀνεφώνουν Αὔγουστον καὶ βασιλέα καὶ αὐτοκράτορα: Βετρανίωνος δὲ οὐδαμοῦ μνήμη βοώντων ἐγίνετο. Ὁ δὲ εὐθὺς αἰσθόμενος προδίδοσθαι, παρὰ τοὺς πόδας ἐκυλινδεῖτο τοῦ βασιλέως. Κωνστάντιος δὲ αὐτοῦ περιελὼν τὸν βασιλικὸν στέφανον καὶ τὴν ἁλουργίδα φιλανθρωπεύεται, παραινέσας ἰδιωτικῷ σχήματι ἡσυχέστερον διάγειν: πρέπειν γὰρ τῷ προβεβηκότι τὴν ἡλικίαν ἀπραγμονέστερον βιοῦν ἢ ἔχειν ὄνομα φροντίδων μεστόν. Τὰ μὲν οὖν κατὰ Βετρανίωνα τοιαύτην ἔσχε τὴν ἔκβασιν. Ὁ δὲ βασιλεὺς αὐτῷ παντοίαν δαπάνην ἐκ δημοσίων φόρων ἐκέλευσε δίδοσθαι. Πολλάκις δὲ αὐτῷ ὕστερον ἐν Προύσῃ τῆς Βιθυνίας διάγοντι γράφων ἐδήλου, ὡς εἴη μεγίστων ἀγαθῶν αἴτιος αὐτῷ γεγονὼς, ἀπαλλάξας φροντίδων καὶ ὅσα σύνεστι τῇ βασιλείᾳ κακά: οὐκ εὖ τε πράττειν ἔλεγεν αὐτὸν, ὅτι ὧν ἐκείνῳ παρέσχεν, αὐτὸς οὐκ ἀπέλαυσε. Καὶ τοσαῦτα μὲν περὶ τούτων λελέχθω. Τότε δὲ ὁ βασιλεὺς Γάλλον μὲν ἀνεψιὸν ἑαυτοῦ Καίσαρα καταστήσας, τό τε οἰκεῖον θεὶς αὐτῷ ὄνομα, εἰς τὴν Συρίας Ἀντιοχείαν ἔπεμψε, φρουρεῖσθαι τὰ τῆς ἑῴας μέρη δἰ αὐτοῦ προνοούμενος. Ὅτε καὶ ἐπιστάντος αὐτοῦ τῇ Ἀντιοχέων, τὸ τοῦ Σωτῆρος σημεῖον περὶ τὴν ἀνατολὴν ἐφάνη: στύλος γὰρ σταυροειδὴς ἐν τῷ οὐρανῷ ὀφθεὶς μέγιστον θαῦμα τοῖς ὁρῶσιν ἐγένετο. Τοὺς δὲ ἄλλους αὐτοῦ στρατηγοὺς σὺν δυνάμει πολλῇ κατὰ Μαγνεντίου προὔπεμπε: παρεῖλκέ τε ἐν τῷ Σιρμίῳ προσμένων τὰ ἐκβησόμενα.