Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.3
Not analysed yet
Ὅπως Ἀθανάσιος Κωνσταντίνου τοῦ νεωτέρου γράμμασι θαρρήσας τὴν Ἀλεξάνδρειαν κατέλαβεν. Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς Ἀλεξανδρέων ἐκκλησίας. Οὐδὲ τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι τὴν γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων καὶ πολεμίων αὐτοῦ ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ’ ἐμοὶ διάγειν κελευσθεὶς οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβεν πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ, ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστὸς ὁ ἐμὸς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προήρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως, δαιδεξάμενος πληρῶσαι. Ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης παῤ ἐμοῦ αἰδοῦς τετύχηκε γνώσεσθε: οὐ γὰρ θαυμαστὸν, εἴ τι δ̓ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα. Καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἡ τοῦ ὑμετέρου πόθου εἰκὼν, καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. Ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Τούτοις θαρρῶν τοῖς γράμμασιν ὁ Ἀθανάσιος καταλαμβάνει τὴν Ἀλεξάνδρειαν: καὶ ἥδιστα μὲν αὐτὸν ἀνεδέξατο ὁ τῶν Ἀλεξανδρέων λαός: ὅσοι δὲ ἐτύγχανον Ἀρειανίζοντες ἐν αὐτῇ φατρίας συνίσταντο κατ̓ αὐτοῦ, δἰ ὧν συνεχεῖς στάσεις ἐγίνοντο, αἵτινες ὑπόθεσιν παρεῖχον τοῖς περὶ Εὐσέβιον τοῦ διαβάλλειν αὐτὸν βασιλεῖ, ὅτι μὴ κρίναντος τοῦ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων, ἑαυτῷ ἐπιτρέψας τὴν ἐκκλησίαν κατελάμβανεν. Ἐπὶ τοσοῦτον δὲ τὰς διαβολὰς ἐξέτεινον, ὡς ὀργισθέντα τὸν βασιλέα τῆς Ἀλεξανδρείας ἐκβαλεῖν. Πῶς μὲν οὖν τοῦτο ἐγένετο, μικρὸν ὕστερον λέξω.