Ancient Greek
2.4 to 2.5
Socrates, Scholasticus, Historia Ecclesiastica 2.4-5
Not analysed yet
Ὡς τελευτήσαντος Εὐσεβίου τοῦ Παμφίλου Ἀκάκιος τὴν ἐπισκοπὴν Καισαρείας διεδέξατο. Ἐν δὲ τῷδε τῷ χρόνῳ τελευτήσαντος Εὐσεβίου, ὃς τῆς ἐν Παλαιστίνῃ Καισαρείας ἐπίσκοπος ἦν καὶ τὴν Παμφίλου προσωνυμίαν ἐκέκτητο, Ἀκάκιος μαθητὴς αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται: ὃς ἄλλα μὲν βιβλία πολλὰ ἐξέθετο, καὶ εἰς τὸν βίον δὲ τοῦ διδασκάλου αὐτοῦ συνέγραψεν. Περὶ τῆς Κωνσταντίνου τοῦ νεωτέρου τελευτῆς. Μετ̓ οὐ πολὺ δὲ ὁ τοῦ βασιλέως Κωνσταντίου ἀδελφὸς ὃς ἦν ὁμώνυμος τῷ πατρὶ, ὁ νέος Κωνσταντῖνος, ἐπιὼν τοῖς μέρεσι τοῦ νέου ἀδελφοῦ Κώνσταντος, συμβαλών τε τοῖς στρατιώταις αὐτοῦ, ἀναιρεῖται ὑπ’ αὐτῶν ἐν ὑπατείᾳ Ἀκινδύνου καὶ Πρόκλου.