Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.31
Not analysed yet
Περὶ Ὁσίου τοῦ Κουδρούβης ἐπισκόπου. Ἐπειδὴ δὲ περὶ Ὁσίου τοῦ Ἱσπανοῦ μνήμην ὡς ἀκουσίως παρόντος πεποιήμεθα, βραχέα καὶ περὶ τούτου λεκτέον. Μικρὸν γὰρ ἔμπροσθεν οὗτος ἐκ συσκευῆς τῶν Ἀρειανιζόντων εἰς ἐξορίαν ἀπέσταλτο: τότε δὲ σπουδῇ τῶν ἐν τῷ Σιρμίῳ συνελθόντων ὁ βασιλεὺς αὐτὸν μετεπέμψατο, βουλόμενος ἢ πειθοῖ ἢ ἀνάγκῃ τοῖς παροῦσιν ὁμοφωνῆσαι. Τούτου γὰρ γενομένου, μέγιστον ἐδόκει μαρτύριον ὑπάρχειν τῆς ἐκείνων πίστεως. Διὰ ταῦτα οὖν, ὡς ἔφην, ἐξ ἀνάγκης ἄκων παρῆν. Ἐπεὶ δὲ αὐτὸς παρῃτεῖτο συντίθεσθαι, πληγάς τε καὶ στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον: διὸ καὶ ἐξ ἀνάγκης ταῖς τότε ἐκδοθείσαις ὑπαγορεύσεσι καὶ συνέθετο καὶ ὑπέγραψε. Καὶ τὰ μὲν ἐν Σιρμίῳ τότε γενόμενα τοιοῦτον ἔχει τὸ τέλος. Ὁ μέντοι βασιλεὺς Κωνστάντιος παρεῖλκεν ἐν τῷ Σιρμίῳ, περιμένων τοῦ πρὸς Μαγνέντιον πολέμου τὴν ἔκβασιν.