Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.30.1
Not analysed yet
Περὶ τῶν ἐν τῷ Σιρμίῳ ἐκτεθεισῶν πίστεων παρουσίᾳ τοῦ βασιλέως Κωνσταντίου. Ὥσπερ γὰρ καταγινώσκοντες τῶν πάλαι αὐτοῖς περὶ τῆς πίστεως δεδογμένων, αὖθις ἑτέρας περὶ τῆς πίστεως ἐνομοθέτουν ἐκθέσεις: μίαν μὲν ἣν Μάρκος ὁ Ἀρεθούσιος ὑπηγόρευσεν Ἑλλάδι γλώσσῃ: ἄλλας δὲ τῇ Ῥωμαίων φωνῇ, σύμφωνον οὐκ ἐχούσας οὔτε τὴν λέξιν οὔτε τὴν σύνθεσιν, οὔτε πρὸς ἑαυτὰς οὔτε μὴν πρὸς τὴν Ἑλληνικὴν ἣν ὁ Ἀρεθούσιος ὑπηγόρευσε. Τὴν μὲν οὖν μίαν τῶν Ῥωμαϊκῶν ἐκθέσεων τῇ ὑπὸ Μάρκου συντεθείσῃ συζεύξας ἐνταῦθα ὑποτάξω: τὴν δὲ δευτέραν, ἣν ὕστερον ἐν Σιρμίῳ ἀνέγνωσαν, τῷ οἰκείῳ τάξομεν τόπῳ, ὅτε τὰ ἐν Ἀριμήνῳ γενόμενα ἐκτιθέμεθα. Ἰστέον δὲ ὅτι ἀμφότεραι εἰς Ἑλλάδα μετεβλήθησαν γλῶτταν. Ἔστι δὲ ἡ ὑπὸ Μάρκου ὑπαγορευθεῖσα τῆς πίστεως ἔκθεσις ἥδε. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: Λόγον ὄντα, καὶ Σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν: τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτὁ̣?ʼ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας: ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον: ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψεν: δἰ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω: καὶ εἴ τις, λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος αὐτοῦ, ἐκ Μαρίας λέγειν γεγεννῆσθαι τολμᾷ, ἀνάθεμα ἔστω. Εἴ τις κατὰ πρόγνωσιν τὸν ἐκ Μαρίας λέγοι Υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δἰ αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω. Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν Υἱὸν τὸν ἐκ Μαρίας, ἀνάθεμα ἔστω. Εἴ τις, Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον αὐτὸν νοεῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, τὸ ἐπ’ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων Θεῶν εἰρημένον, ἐπ’ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ τῶν αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα ἔστω. Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ποιήσωμεν ἄνθρωπον, μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἔβρεξε Κύριος παρὰ Κυρίου, μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ̓ αὐτὸν παῤ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω: ἔβρεξε γὰρ Κύριος ὁ Υἱὸς, παρὰ Κυρίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ Κύριος ἐκ Κυρίου λέγων, δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν τὸν Υἱὸν τῷ Πατρὶ, ἀλλ̓ ὑποτεταγμένον τῷ Πατρί: οὔτε γὰρ κατῆλθεν εἰς σῶμα ἄνευ βουλῆς τοῦ Πατρός: οὐδὲ ἔβρεξεν ἀφ̓ ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου αὐθεντοῦντος, δηλαδὴ τοῦ Πατρός. Οὔτε κάθηται ἐκ δεξιῶν ἀφ̓ ἑαυτοῦ, ἀλλ̓ ἀκούει τοῦ Πατρὸς λέγοντος, Κάθου ἐκ δεξιῶν μου [ἀνάθεμα ἔστω]. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸ Ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς, μὴ ἄλλον λέγει τὸν Παράκλητον παρὰ τὸν Υἱὸν, εἴρηκε γὰρ, Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ ὃν ἐγὼ ἐρωτήσω, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ Θεοῦ, ὡς ἓν τῶν κτισμάτων, γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι, ἀνάθεμα ἔστω. Οὐ γὰρ μὴ βουλομένου τοῦ Πατρὸς, βιασθεὶς ὁ Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθεὶς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱόν: ἀλλ̓ ἅμα τε ἐβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν. Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱὸν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεοὺς, ἀνάθεμα ἔστω. Κεφαλὴ γάρ ἐστι καὶ ἀρχὴ πάντων ὁ Υἱός: κεφαλὴ δὲ ἐστὶ τοῦ Χριστοῦ ὁ Θεός: οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δἰ Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν. Καὶ πάλιν οὖν διακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν ὅτι, εἴ τις Χριστὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ πρὸ αἰώνων ὄντα, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ̓ ἐξ οὗ ἐγεννήθη ἐκ Μαρίας, ἔκ τοτε καὶ Υἱὸν καὶ Χριστὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω, ὡς ὁ Σαμοσατεύς. Πίστις ἐκτεθεῖσα ἑτέρως ἐν Σιρμίῳ Ῥωμαϊστὶ καὶ ἑρμηνευθεῖσα. Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γεγενῆσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρμηνεύθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ τῶν λοιπῶν. Συνέστηκεν, ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται: καὶ ἕνα μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν, ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθέντα. Δύο δὲ Θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος εἴρηκεν, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν, Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν: ἐπείπερ εἷς Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως: καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχει. Ἐπεὶ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαϊστὶ μὲν σουβεσταντίας, Ἑλληνιστὶ δὲ λεγομένης οὐσίας, τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον, ἤτοι λεγόμενον ὁμοιούσιον, οὐ χρή τινα τούτων παντελῶς μνήμην γενέσθαι, οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμὸν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν τῶν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπινον νοῦν ἐστίν: καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ Υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; μόνον γὰρ εἰδέναι τὸν Πατέρα φανερόν ἐστι, πῶς τὸν Υἱὸν ἐγέννησε: καὶ πάλιν τὸν Υἱὸν, πῶς αὐτὸς γεγέννηται ἀπὸ τοῦ Πατρός. Οὐδενὶ δὲ ἀμφίβολον ἐστὶ, μείζονα εἶναι τὸν Πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι, καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρομένου αὐτοῦ τοῦ Υἱοῦ, Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μου ἐστί. Καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ δύο πρόσωπα εἶναι Πατρὸς καὶ Υἱοῦ: καὶ τὸν μὲν Πατέρα μείζονα, τὸν δὲ Υἱὸν ὑποτεταγμένον μετὰ πάντων ὧν αὐτῷ ὁ Πατὴρ αὐτοῦ ὑπέταξεν. Τὸν δὲ Πατέρα ἀρχὴν μὴ ἔχειν, καὶ ἀόρατον εἶναι, καὶ ἀθάνατον εἶναι, καὶ ἀπαθῆ εἶναι: τὸν δὲ Υἱὸν γεγεννῆσθαι ἐκ τοῦ Πατρὸς Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός: καὶ τούτου τὴν γένεσιν, καθὼς προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Υἱὸν τὸν Κύριον καὶ Θεὸν ἡμῶν, σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, εἰληφέναι, καθάπερ καὶ ὁ ἄγγελος εὐηγγελίσατο: καθὼς δὲ καὶ πᾶσαι αἱ γραφαὶ διδάσκουσι, καὶ μάλιστα αὐτὸς ἀπόστολος, ὁ διδάσκαλος τῶν ἐθνῶν, ἄνθρωπον ἀνέλαβεν ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δἰ οὗ πέπονθεν. Τὸ δὲ κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστὶν, ἵνα Τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ εὐαγγελίῳ, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος: ἀκέραιος δὲ καὶ τέλειος ἐστὶν ὁ ἀριθμὸς τῆς Τριάδος. Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον δἰ Υἱοῦ ἀποσταλὲν, ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἁγιάσῃ καὶ ἀναδιδάξῃ. Τούτοις τὸν Φωτεινὸν καὶ μετὰ καθαίρεσιν συνθέσθαι καὶ συνυπογράψαι συμπείθειν ἐπειρῶντο, ἐπαγγειλάμενοι ἀποδώσειν αὐτῷ τὴν ἐπισκοπὴν ἐὰν ἐκ μετανοίας ἀναθεματίσῃ μὲν τὸ παρευρεθὲν αὐτῷ δόγμα, συνθῆται δὲ τῇ αὐτῶν γνώμῃ. Ὁ δὲ τὴν μὲν πρότασιν οὐκ ἐδέξατο, προεκαλεῖτο δὲ αὐτοὺς εἰς διάλεξιν. Ὁρισθείσης δὲ ἡμέρας γνώμῃ καὶ τοῦ βασιλέως συνῆλθον οἵτε παρόντες ἐπίσκοποι καὶ τῶν συγκλητικῶν οὐκ ὀλίγοι, οὓς ἐκέλευσε παρεῖναι τῇ διαλέξει ὁ βασιλεύς. Ἐφ̓ ὧν ἀντικατέστη τῷ Φωτεινῷ Βασίλειος ὁ τῆς ἐν Ἀγκύρᾳ τότε προεστὼς ἐκκλησίας, ὀξυγράφων τε τὰς φωνὰς αὐτῶν γραφόντων. Μεγίστη δὲ μάχη μεταξὺ τῶν παῤ ἑκατέρου λόγων ἐγένετο: ἐν οἷς ὁ Φωτεινὸς ἡττηθεὶς κατεκρίθη, ἐν φυγῇ τε διάγων τοῦ λοιποῦ λόγους συνέγραψεν ἀμφοτέραις γλώσσαις, ἐπεὶ μηδὲ τῆς Ῥωμαϊκῆς ἦν ἄμοιρος. Ἔγραφε δὲ κατὰ πασῶν αἱρέσεων, τὸ οἰκεῖον μόνον δόγμα παρατιθέμενος. Περὶ μὲν οὖν Φωτεινοῦ τοσαῦτα εἰρήσθω. Ἰστέον μέντοι ὅτι οἱ ἐν Σιρμίῳ συνελθόντες ἐπίσκοποι μετέγνωσαν ἐπὶ τῇ Ῥωμαϊκῇ τῆς πίστεως ἐκδόσει: πολλὰ γὰρ μετὰ τὴν ἔκδοσιν ἐναντία ἔχειν αὐτοῖς κατεφαίνετο. Διὸ σπουδὴν ἐτίθεντο παρὰ τῶν ἐγγραψαμένων ἀναλαμβάνειν αὐτήν. Ἐπειδὴ δὲ πολλοὶ ἀπέκρυπτον, ὁ βασιλεὺς διατάγμασιν ἐκέλευσε ζητεῖσθαι τὴν ἔκδοσιν, τιμωρίαν ἀπειλήσας εἴ τις φωραθείη κρύπτων αὐτήν. Ἀλλ̓ οὐδ̓ αἱ ἀπειλαὶ τὴν ἅπαξ ἐκδοθεῖσαν ἀφανίσαι δεδύνηνται τῷ φθάσαι εἰς πλείονας ἐμπεσεῖν. Τοσαῦτα μὲν περὶ τούτου λέλεχθω.