Ancient Greek · ~30 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.38.1
Not analysed yet
Περὶ τῆς Μακεδονίου ὠμότητος, καὶ περὶ τῶν δἰ αὐτοῦ γεγονότων ταραχῶν. Οἱ τοῦ Ἀρειανοῦ μέρους ἐπίσκοποι μεῖζον ἐκ τῶν βασιλικῶν προσταγμάτων προσελάμβανον θράσος: καὶ ὅπως τὴν μὲν σύνοδον παρεσκευάζοντο συγκροτεῖν, μικρὸν ὕστερον λέξω: τὰ δὲ πρὸ τῆς συνόδου ὑπ’ αὐτῶν γενόμενα πρότερον ἐπιδράμωμεν. Ἀκάκιος μὲν γὰρ καὶ Πατρόφιλος Μάξιμον τὸν Ἱεροσολύμων ἐξωθήσαντες, Κύριλλον ἀντικατέστησαν. Μακεδόνιος δὲ τὰς γειτνιαζούσας ἐν Κωνσταντινουπόλει ἐπαρχίας τε καὶ πόλεις ἀνέτρεπεν, ὑπουργοὺς τοῦ οἰκείου σκοποῦ κατὰ τῶν ἐκκλησιῶν προβαλλόμενος, καὶ τῆς μὲν Κυζίκου Ἐλεύσιον ἐπίσκοπον ἀναδεικνὺς, τῆς δὲ Νικομηδείας Μαραθώνιον: ὃς πρότερον μὲν διάκονος ἦν ὑπὸ Μακεδονίῳ ταττόμενος, σπουδαῖος δὲ περὶ τὸ συστήσασθαι ἀνδρῶν τε καὶ γυναικῶν μοναστήρια. Ὅπως δὲ Μακεδόνιος τὰς περὶ Κωνσταντινούπολιν ἐπαρχίας καὶ πόλεις ἀνέτρεπεν, ἤδη λεκτέον. Οὗτος γὰρ, ὡς καὶ φθάσας εἶπον, δραξάμενος τῆς ἐπισκοπῆς μυρία κακὰ ποιεῖ τοῖς μὴ αἱρουμένοις τὰ αὐτοῦ φρονεῖν: καὶ οὐ μόνον γε τοὺς τῆς ἐκκλησίας διακρινομένους συνήλαυνεν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς, εἰδὼς καὶ αὐτοὺς φρονοῦντας τὸ ὁμοούσιον. Συνηλαύνοντο οὖν καὶ οὗτοι τὰ ἀνήκεστα πάσχοντες: καὶ φεύγει μὲν αὐτῶν ὁ ἐπίσκοπος, Ἀγέλιος ὄνομα αὐτῷ: πολλοὶ δὲ τῶν ἐπισήμων ἐπ’ εὐλαβείᾳ συλληφθέντες ᾐκίζοντο, ἐπεὶ μὴ ἐβούλοντο μετέχειν τῆς κοινωνίας αὐτοῦ. Μετὰ δὲ τοὺς αἰκιζομένους, βίᾳ τῶν μυστηρίων μετέχειν τοὺς ἄνδρας ἠνάγκαζον: ξύλῳ γὰρ διαιροῦντες τὰ στόματα τῶν ἀνθρώπων τὰ μυστήρια ἐνετίθεσαν. Οἱ δὲ ὑπομένοντες τοῦτο μείζονα τῶν ἄλλων τιμωριῶν κόλασιν ταύτην ἐνόμιζον. Γύναιά τε καὶ παιδία συναρπάζοντες μυεῖσθαι ἠνάγκαζον: εἰ δέ τις παραιτοῖτο ἢ ἄλλως ἀντέλεγεν, εὐθὺς ἐπηκολούθουν πληγαὶ, καὶ μετὰ τὰς πληγὰς δεσμοί τε καὶ δεσμωτήρια, καὶ τὰ ἄλλα δεινά: ὧν ἑνὸς ἢ δυοῖν ἐπιμνησθεὶς, φανερὰν τὴν ἀπήνειαν καὶ ὠμότητα Μακεδονίου καὶ τῶν τότε ἀκμασάντων ἀνθρώπων τοῖς ἀκούουσι καταστήσω. Γυναικῶν γὰρ τῶν μὴ ἀνασχομένων μετασχεῖν τῶν μυστηρίων τοὺς μαστοὺς ἐν κιβωτῷ βαλόντες ἀπέπριον. Ἄλλων τε γυναικῶν τὰ αὐτὰ μόρια, τοῦτο μὲν σιδήρῳ, τοῦτο δὲ ὠοῖς εἰς ἄκρον πυρὶ θερμανθεῖσι, προσφέροντες ἔκαιον. Ξένη τε καὶ παρὰ τὰς Ἑλλήνων τιμωρίας αὕτη ἡ ὑπὸ τῶν Χριστιανίζειν λεγόντων ἐγίνετο. Ταῦτα δὲ ἐγὼ παρὰ τοῦ μακροχρονιωτάτου Αὐξάνοντος ἤκουσα, οὗ κἂν τῷ πρώτῳ βιβλίῳ μνήμην πεποίημαι: ὃς πρεσβύτερος μὲν ἦν τῆς τῶν Ναυατιανῶν ἐκκλησίας. Πεπονθέναι δὲ ἔλεγε καὶ αὐτὸς οὐκ ὀλίγα παρὰ τῶν Ἀρειανιζόντων κακὰ, οὔπω τηνικαῦτα τῆς τοῦ πρεσβυτέρου ἀξίας λαχών: ἅμα δὲ Ἀλεξάνδρῳ Παφλαγόνι συνασκοῦντι αὐτῷ εἴς τε εἱρκτὴν βεβλῆσθαι καὶ πληγὰς ὑπομεῖναι πολλάς. Ἐνεγκεῖν μὲν τὰς βασάνους αὐτὸς ἔλεγεν, Ἀλέξανδρον δὲ ὑπὸ τῶν πληγῶν ἐν τῇ εἱρκτῇ τελευτῆσαι: ὃς τέθαπται νῦν ἐν δεξιᾷ εἰσπλεύσαντι τὸν Βυζάντιον κόλπον, ὃς καλεῖται Κέρας, πλησίον τῶν ποταμῶν: οὗ καὶ ἐκκλησία ἐστὶ τῶν Ναυατιανῶν, Ἀλεξάνδρου ἐπώνυμος. Καθῄρουν μὲν οὖν οἱ Ἀρειανίζοντες, Μακεδονίου κελεύοντος, ἄλλας τε πόλλας κατὰ πόλεις ἐκκλησίας, καὶ δὴ καὶ Ναυατιανῶν τὴν πλησίον τοῦ Πελαργοῦ ἐν τῇ Κωνσταντινουπόλει κειμένην. Ὅτου χάριν δὲ ταύτην ἰδικῶς ἐμνημόνευσα, λέξων ἔρχομαι, ὅσα παρὰ τοῦ γεραιτάτου Αὐξάνοντος ἤκουσα. Ὁ βασιλέως νόμος καὶ ἡ Μακεδονίου βία καθαιρεῖσθαι τῶν τὸ ὁμοούσιον φρονούντων τὰς ἐκκλησίας ἐκέλευον. Ἕλκει δὴ τὸ θέσπισμα καὶ ἡ βία κατὰ τῆσδε τῆς ἐκκλησίας, καὶ ἤπειγον οἱ προστεταγμένοι τοῦτο ποιεῖν. Θαυμάσαι οὖν μοι ἔπεισι τόν τε Ναυατιανῶν λαὸν, ὁπόσον εἶχον ζῆλον καὶ σπουδὴν περὶ τὴν ἑαυτῶν ἐκκλησίαν, καὶ τὴν εὔνοιαν ἣν εἶχον περὶ αὐτοὺς οἱ τότε μὲν τῆς ἐκκλησίας ὑπὸ τῶν Ἀρειανῶν ἐκβληθέντες, νῦν δὲ ἐν εἰρήνῃ τὰς ἐκκλησίας κατέχοντες. Ὡς δὲ ἤπειγον καθαιρεῖσθαι καὶ τήνδε τὴν ἐκκλησίαν οἷς τοῦτο προσετέτακτο, συνήγοντο πλεῖστος ὅμιλος ἀνθρώπων Ναυατιανῶν τε καί τινες τῶν ὁμοφρονούντων αὐτοῖς: καὶ καθελόντες τὴν ἐκκλησίαν αὐτῶν εἰς ἄλλον τόπον μετέθεσαν. Ὁ δὲ τόπος οὗτος ἀντιπέραθεν μὲν κεῖται τῆς πόλεως: Συκαὶ δὲ ὀνομάζονται, καὶ ἐστὶ τρισκαιδέκατον τῆς Κωνσταντινουπόλεως κλίμα. Ταχεῖα δὲ ἐγένετο ἡ τῆς ἐκκλησίας μετάθεσις, λαοῦ πολλοῦ σὺν προθυμίᾳ μεγίστῃ μεταφερόντων αὐτήν. Ὁ μὲν γάρ τις ἔφερε κέραμον, ὁ δὲ λίθον, ἕτερος δὲ ξύλον: καὶ ἄλλος ἄλλο λαμβάνων, ἐπὶ τὰς Συκὰς ἀπεκόμιζεν. Συνεπελαμβάνοντο δὲ καὶ γυναῖκες καὶ ἡ μικρὰ ἡλικία, εὐχὴν ἡγούμενοι πληροῦν καὶ μέγα κέρδος λαμβάνειν, τῶν ἀφιερωθέντων τῷ Θεῷ φύλακες ἀκέραιοι γενέσθαι ἠξιωμένοι. Οὕτως μὲν οὖν τότε ἡ τῶν Ναυατιανῶν ἐκκλησία εἰς τὰς Συκὰς μετενήνεκτο: χρόνῳ δὲ ὕστερον μετὰ τὴν τελευτὴν Κωνσταντίου, ὁ βασιλεὺς Ἰουλιανὸς τόν τε τόπον ἀποδοθῆναι ἐκέλευσε καὶ ἀνοικοδομεῖν ἐπέτρεψεν. Αὖθίς τε ὁ λαὸς τὸν αὐτὸν τρόπον ἀντιμετενεγκόντες τὰς ὕλας, τὴν ἐκκλησίαν εἰς τὸν ἐξ ἀρχῆς ᾠκοδόμησαν τόπον: καὶ βελτιώσαντες, Ἀναστασίαν καλεῖσθαι φερωνύμως ἠξίωσαν. Ἡ μὲν οὖν ἐκκλησία ὕστερον, ὡς ἔφην, ἐπὶ Ἰουλιανοῦ ἀνέστη: τότε δὲ ἄμφω οἵ τε τῆς ἐκκλησίας καὶ οἱ Ναυατιανοὶ ὁμοίως ἠλαύνοντο. Διὸ καὶ οἱ τῆς ἐκκλησίας ἐβδελύττοντο ἐν τοῖς εὐκτηρίοις εὔχεσθαι τόποις, ἐν οἷς οἱ Ἀρειανοὶ συνήγοντο: εἰς δὲ τὰς ἄλλας τρεῖσ—τοσαύτας γὰρ ἐντὸς τῆς πόλεως ἔχουσιν οἱ τῶν Ναυατιανῶν ἐκκλησίασ—συνερχόμενοι ἀλλήλοις συνηύχοντο: μικροῦ τε ἐδέησεν ἑνωθῆναι αὐτοὺς, εἰ μὴ Ναυατιανοὶ φυλάττοντες ἀρχαῖον παράγγελμα παρῃτήσαντο: ὅμως δὲ τὴν ἄλλην εὔνοιαν εἰς ἀλλήλους προθυμότερον ἐφύλαττον, ὑπεραποθνήσκειν ἀλλήλων αἱρούμενοι. Συνηλαύνοντο οὖν ἐν τῇ αὐτῇ Κωνσταντινουπόλει, καὶ κατὰ τὰς ἄλλας ἐπαρχίας τε καὶ πόλεις. Αὐτίκα γοῦν ἐν Κυζίκῳ Ἐλεύσιος ὁ τῆσδε ἐπίσκοπος ὁμοίως ἅμα Μακεδονίῳ κατὰ τῶν Χριστιανῶν ἐποίει, πανταχόθεν ἐλαύνων καὶ διαστρέφων αὐτούς: τήν τε ἐν Κυζίκῳ τῶν Ναυατιανῶν ἐκκλησίαν καθεῖλεν εἰς ἔδαφος. Μακεδόνιος δὲ τὸν κολοφῶνα τῶν κακῶν οἷς ἔδρασεν ἐπιτίθησι: πυθόμενος γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνος πλείστους εἶναι τῆς Ναυατιανῆς θρησκείας, καὶ μάλιστα κατὰ τὸ Μαντίνιον, συνιδών τε ὡς οὐχ οἷόν τε τοσοῦτον πλῆθος δἰ ἐκκλησιαστικῶν ἀνθρώπων ἐλαύνεσθαι, τέσσαρας ἀριθμοὺς στρατιωτῶν γνώμῃ τοῦ βασιλέως ἐπὶ τὴν Παφλαγονίαν πεμφθῆναι πεποίηκεν, ὅπως φόβῳ τῶν ὁπλιτῶν τὴν Ἀρειανὴν δόξαν προσδέξωνται. Οἱ δὲ οἰκοῦντες τὸ Μαντίνιον, ζήλῳ τῆς θρησκείας, ἀπονοίᾳ κατὰ τῶν στρατιωτῶν ἐχρήσαντο: γενόμενοί τε ἅμα πολλοὶ, δρέπανά τε μακρὰ καὶ ἀξίνας λαβόντες, καὶ παντὶ τῷ παρατυχόντι ὅπλῳ χρώμενοι, ἀπήντων τοῖς στρατιώταις. Καὶ γενομένης συμβολῆς, πολλοὶ μὲν τῶν Παφλαγόνων ἀπέθανον: τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων οἱ πάντες. Ταῦτα ἐγὼ παρὰ ἀγροίκου Παφλαγόνος ἔμαθον, ὃς ἔλεγε παρεῖναι τῇ μάχῃ: λέγουσι δὲ ταῦτα καὶ ἄλλοι Παφλαγόνων πολλοί. Τοιαῦτα μὲν οὖν τὰ Μακεδονίου ὑπὲρ τοῦ Χριστιανισμοῦ κατορθώματα, φόνοι καὶ μάχαι καὶ ἀνδραποδισμοὶ καὶ ἐμφύλιοι πόλεμοι. Αὕτη μέντοι ἡ πρᾶξις οὐ μόνον παρὰ τῶν ἠδικημένων, ἀλλὰ καὶ παρὰ τῶν οἰκείως πρὸς αὐτὸν ἐχόντων, δίκαιον κατ̓ αὐτοῦ μῖσος εἰργάσατο. Προσέκρουσέ τε καὶ αὐτῷ τῷ βασιλεῖ διά τε τοῦτο, καὶ δἰ ἑτέραν αἰτίαν τοιάνδε: ὁ οἶκος ἔνθα ἡ λάρναξ, ἐν ᾗ τὸ σῶμα τοῦ βασιλέως Κωνσταντίνου ἀπέκειτο, πτῶσιν ἠπείλει. Ἦσαν οὖν διὰ τοῦτο οἵ τε εἰσπορευόμενοι καὶ οἱ προσεδρεύοντες καὶ εὐχόμενοι ἐν φόβῳ πολλῷ. Ὁ οὖν Μακεδόνιος ἐβουλεύσατο μεταφέρειν τὰ τοῦ βασιλέως ὀστᾶ, ὅπως ἂν μὴ συλληφθῇ ἡ θήκη ὑπὸ τοῦ πτώματος. Τοῦτο γνόντες οἱ λαοὶ διακωλύειν ἐπεχείρουν, φάσκοντες μὴ δεῖν τοῦ βασιλέως τὰ ὀστᾶ μεταφέρεσθαι, ἴσον γὰρ εἶναι τὸ ἀνορύττεσθαι. Διῃροῦντό τε εὐθὺς οἱ λαοὶ εἰς δύο τμήματα: καὶ οἱ μὲν μηδὲν βλάπτεσθαι τὸ μεταφέρεσθαι τὸν νεκρὸν ἔφασκον: οἱ δὲ ἀνόσιον ἔλεγον τὸ γιγνόμενον. Συνήρχοντό τε καὶ οἱ τοῦ ὁμοουσίου φρονήματος, τῷ γιγνομένῳ ἀντέχοντες. Ὁ δὲ Μακεδόνιος μικρὰ τῶν αὐτῷ ἀντιλεγόντων φροντίσας, μεταφέρει τὸ σῶμα τοῦ βασιλέως εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ σῶμα τοῦ μάρτυρος Ἀκακίου ἀπόκειται. Τούτου γενομένου, συνδρομὴ τῶν διχονοούντων τοῦ πλήθους εἰς ἐκείνην τὴν ἐκκλησίαν σύντονος γίνεται. Ἀνθίσταντό τε ἀλλήλοις τὰ μέρη, καὶ μὴ μελλήσαντες χερσὶν ἠμύναντο, καὶ γίνεται φόνος ἀνθρώπων πολύς: ὥστε τὴν αὐλὴν τῆς ἐκκλησίας ἐκείνης αἵματος πλήρη γενέσθαι, καὶ τὸ ἐν αὐτῇ φρεὰρ ὑπερβλύσαι τοῦ αἵματος, ἐκρεῖν δὲ τοῦτο καὶ εἰς τὴν ἐχομένην στοὰν ἄχρι τῆς πλατείας αὐτῆς. Τοῦτο τὸ ἀτύχημα πυθόμενος ὁ βασιλεὺς ὀργίζεται κατὰ τοῦ Μακεδονίου, καὶ διὰ τοὺς ἀπολωλότας, καὶ ὅτι τοῦ πατρὸς αὐτοῦ τὸ σῶμα παρακινῆσαι παρὰ τὴν αὐτοῦ γνώμην ἐτόλμησε. Καταλιπὼν οὖν τῶν ἑσπερίων μερῶν φροντίζειν τὸν Καίσαρα Ἰουλιανὸν, αὐτὸς ἐπὶ τὴν ἑῴαν ἐπορεύετο. Ὅπως μὲν οὖν Μακεδόνιος μικρὸν ὕστερον καθῃρέθη, βραχεῖαν ἀντὶ τηλικούτων κακῶν ταύτην δεδωκὼς δίκην, ὀλίγον ὕστερον λέξω.