Ancient Greek · ~15 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.39.1
Not analysed yet
Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδου. Περὶ δὲ τῆς ἑτέρας συνόδου, ἣν ἀντίμιμον τῆς ἐν Ἀριμίνῳ συνόδου κατὰ τὴν ἀνατολὴν γενέσθαι τὸ βασιλέως ἐκέλευε πρόσταγμα, νῦν διηγήσομαι. Ἐδέδοκτο πρότερον ἐν Νικομηδείᾳ τῆς Βιθυνίας τοὺς ἐπισκόπους συνάγεσθαι: ἐνέκοψε δὲ αὐτῶν τὴν ἐκεῖσε συνέλευσιν σεισμὸς ἐπιγενόμενος μέγιστος, ἀφ̓ οὗ συνέβη τὴν Νικομηδέων πόλιν πεσεῖν. Τοῦτο δὲ γέγονεν ὑπατευόντων Τατιανοῦ καὶ Κερεαλίου περὶ τὴν ὀγδόην εἰκάδα τοῦ Αὐγούστου μηνός. Ἐβουλεύοντο οὖν μεταθεῖναι τὴν σύνοδον εἰς τὴν γειτνιάζουσαν αὐτῇ Νίκαιαν. Καὶ τοῦτο μὲν αὖθις μετέδοξεν, εἰς Ταρσὸν δὲ τῆς Κιλικίας ἐδόκει συνέρχεσθαι: οὐ δὲ τούτου ἀρέσαντος, εἰς Σελεύκειαν τῆς Ἰσαυρίας τὴν ἐπικαλουμένην Τραχεῖαν συνεληλύθασι. Τοῦτο δὲ ἐν τῷ αὐτῷ ἐνιαυτῷ πεποιήκασιν, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου. Ησαν δὲ οἱ συνελθόντες τὸν ἀριθμὸν ἑκατὸν ἑξήκοντα: συμπαρῆν δὲ αὐτοῖς εἷς τῶν ἐν τοῖς βασιλικοῖς ἐκφανῶν, ὄνομα Λεωνᾶς, ἐφ̓ οὗ προθεῖναι τὸ περὶ τῆς πίστεως ζήτημα τὸ βασιλέως ἐκέλευε πρόσταγμα. Προστέτακτο παρεῖναι καὶ Λαυρίκιος, ὁ τῶν κατὰ τὴν Ἰσαυρίαν στρατιωτῶν ἡγούμενος, ὑπουργήσων εἰ δεήσοι τοῖς ἐπισκόποις. Ἐπὶ τοῦτον δὴ συνελθόντες τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ Σεπτεμβρίου μηνὸς, ἐπὶ δημοσίων ὑπομνημάτων διελέγοντο. Παρῆσαν γὰρ δὴ καὶ ὀξυγράφοι τὰ παῤ ἑκάστου λεγόμενα σημειούμενοι: ὧν τὰ μὲν καθ̓ ἕκαστον ἐν τῇ συναγωγῇ Σαβίνου ζητείτωσαν οἱ φιλομαθεῖς διὰ μακροτέρων ἐγκείμενα: ἡμεῖς δὲ τὰ κεφαλαιώδη μόνον ἐπιτρέχοντες ἐκθησόμεθα. Ἐν δὲ τῇ πρώτῃ ἡμέρᾳ συνελθόντων, ὁ Λεωνᾶς τὰ ἑκάστῳ δοκοῦντα προθεῖναι ἐκέλευσεν: οἱ δὲ παρόντες οὐ πρότερον ἔφασάν τινα κινῆσαι ζήτησιν, πρὶν ἂν οἱ ἀπολειφθέντες συνέλθωσι: καὶ γὰρ ἦσαν ἀπολειφθέντες ἐπίσκοποι, Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, Βασίλειος Ἀγκύρας, καὶ ἄλλοι τινες κατηγορίας ὑφορώμενοι. Μακεδόνιος μὲν οὖν νοσεῖν εἰπὼν ἀπολέλειπτο: Πατρόφιλος δὲ ὀφθαλμιᾷν ἔλεγε, καὶ διὰ τοῦτο ἐν προαστείῳ τῆς Σελευκείας ἀνάγκην ἔχειν διάγειν: καὶ τῶν ἄλλων δὲ ἕκαστος πρόφασίν τινα τῆς ἀπολείψεως προεβάλλοντο. Ἐπεὶ δὲ ὁ Λεωνᾶς καὶ τούτων μὴ παρόντων δεῖν προτιθέναι τὰ τῆς ζητήσεως ἔλεγεν, οἱ παρόντες αὖθις ἐπῆγον, ὡς οὐδ̓ ἥν τινα κινήσωσι ζήτησιν, εἰ μὴ πρότερον τῶν κατηγορουμένων οἱ βίοι ἐξετασθῶσι. Κατηγόρηντο γὰρ ἤδη πρότερον Κύριλλος ὁ Ἱεροσολύμων, Εὐστάθιος Σεβαστίας τῆς ἐν Ἀρμενίᾳ, καὶ ἄλλοι τινες. Ἐκ τούτου φιλονεικία εἰς τοὺς παρόντας ἐνέπεσεν: οἱ μὲν γὰρ τοὺς βίους τῶν κατηγορουμένων πρότερον ἐρευνᾶσθαι ἔλεγον: οἱ δὲ πρὸ τῆς πίστεως μὴ προτιθέναι ζήτημα. Ἐκίνει δὲ τὴν φιλονεικίαν ἡ διάφορος τοῦ βασιλέως γνώμη: γράμματα γὰρ αὐτοῦ προεφέρετο, νῦν μὲν πρότερον τοῦτο ζητεῖσθαι κελεύοντα, νῦν δὲ τὸ ἕτερον. Περὶ τούτου οὖν τῆς φιλονεικίας γινομένης, σχίσμα εἰς τοὺς παρόντας ἐχώρησε: καὶ αὕτη γέγονε προφάσεως ἀρχὴ τοῦ καὶ τὴν ἐν Σελευκείᾳ εἰς δύο μέρη διαιρεθῆναι σύνοδον. Ἡγοῦντο δὲ τοῦ μὲν ἑνὸς μέρους Ἀκάκιος ὁ τῆς ἐν Παλαιστίνῃ Καισαρείας, Γεώργιος Ἀλεξανδρείας, Οὐράνιος Τύρου, Εὐδόξιος Ἀντιοχείας: οἷς τριάκοντα δύο μόνον συνῄνουν ἄλλοι. Τοῦ δὲ ἑτέρου, Γεώργιος Λαοδικείας τῆς ἐν Συρίᾳ, Σωφρόνιος Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, Ἐλεύσιος Κυζίκου: οἷς ἠκολούθουν οἱ πλείονες. Ὡς οὖν ἐπεκράτει τὸ πρότερον ζητεῖσθαι περὶ τῆς πίστεως, οἱ μὲν τοῦ μέρους Ἀκακίου τὴν ἐν Νικαίᾳ πίστιν φανερῶς ἠθέτησαν, ἄλλην τε πίστιν ὑπαγορεύειν ᾐνίττοντο: οἱ δὲ τοῦ ἑτέρου μέρους, οἱ τῷ ἀριθμῷ πλεονάζοντες, τὰ μὲν ἄλλα πάντα τῆς ἐν Νικαίᾳ συνόδου ἀπεδέχοντο: μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ἐμέμφοντο. Πολλὰ οὖν ἄχρι δείλης ὀψίας πρὸς ἀλλήλους φιλονεικούντων, τέλος Σιλβανὸς τῆς Ταρσοῦ προεστὼς ἐκκλησίας μέγα ἀνέκραγε, λέγων μὴ χρῆναι καινὴν ὑπαγορεύειν πίστεως ἔκδοσιν, ἀλλὰ τὴν ἤδη πρότερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις ὑπαγορευθεῖσαν ὀφείλειν κρατεῖν. Τούτου λεχθέντος, οἱ μὲν περὶ Ἀκάκιον ὑπεξῆλθον: οἱ δὲ τοῦ ἑτέρου μέρους προεκόμισαν τὴν ἐν Ἀντιοχείᾳ πίστιν, καὶ ἀναγνόντες διέλυσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν σύλλογον. Τῇ δὲ ἑξῆς εἰς τὸν ἐν Σελευκείᾳ εὐκτήριον συνελθόντες οἶκον, καὶ τὰς θύρας ἀποκλείσαντες, τὴν ἀναγνωσθεῖσαν πίστιν ὑπογράφοντες ἐκύρουν. Ὑπέγραφον δὲ ὑπὲρ ἀπολειφθέντων τινῶν παρόντες ἀναγνῶσται καὶ διάκονοι, δἰ ὧν στέρξειν τὸν ὅρον οἱ ἀπολειφθέντες ὡμολόγησαν.