Ancient Greek · ~36 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.40.1
Not analysed yet
Ὅτι ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ Ἀκάκιος ὁ Καισαρείας ἄλλην ὑπηγόρευσεν ἔκθεσιν πίστεως. Ἀκάκιος δὲ καὶ οἱ τοῦ μέρους αὐτοῦ τὰ γινόμενα διεμέμφοντο, διότι τὴν ἐκκλησίαν ἀποκλείσαντες καθυπέγραφον: τὰ γὰρ ἐν παραβύστῳ, φησὶ, γινόμενα ἀδόκιμα καὶ ὑποψίας ἐντός. Ταῦτα ἔλεγε, βουλόμενος ἑτέραν ἔκδοσιν πίστεως ἀντεισενεγκεῖν, ἔχων εὐτρεπισμένην, ἣν ἀνεγνώκει μὲν τοῖς ἄρχουσι Λαυρικίῳ καὶ Λεωνᾷ, μόνην δὲ αὐτὴν κρατήσειν ἐσπούδαζε. Τούτων μὲν οὖν πλέον οὐδὲν κατὰ τὴν δευτέραν ἡμέραν ἐγίνετο: κατὰ δὲ τὴν τρίτην ὁ Λεωνᾶς αὖθις τὰ μέρη συναγαγεῖν ἐσπούδαζε: καθ̓ ἣν οὐκ ἀπελείφθη καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, οὐδὲ μὴν ὁ Ἀγκύρας Βασίλειος. Ἐπεὶ οὖν ἀμφότεροι εἰς ταὐτὸ μέρος συνεληλύθεισαν, αὖθις οἱ περὶ Ἀκάκιον ἀπαντᾷν οὐκ ἐβούλοντο, φάσκοντες δεῖν πρότερον ἐκβάλλεσθαι τοῦ συλλόγου τούς τε ἤδη πρότερον καθαιρεθέντας, καὶ τοὺς ἐν τῷ παρόντι κατηγορουμένους. Ἐπεὶ δὲ, φιλονεικησάντων, τοῦτο μᾶλλον ἐκράτησεν, ὑπεξῄεσαν μὲν οἱ ἐν αἰτιάσει τυγχάνοντες, ἀντεισῆλθον δὲ οἱ περὶ Ἀκάκιον. Τότε δὲ ὁ Λεωνᾶς ἔφη βιβλίον δεδόσθαι αὐτῷ παρὰ τῶν περὶ Ἀκάκιον, ἀποκρύψας ὡς εἴη δόγματος ὑπαγόρευσις τοῦτο μὲν λεληθότως, τοῦτο δὲ καὶ φανερῶς μαχομένου τοῖς προλαβοῦσιν. Ὡς δὲ οἱ παρόντες ἡσύχασαν, ἄλλο τι μᾶλλον ἢ πίστεως ἔκδοσιν περιέχειν τὸ βιβλίον νομίσαντες, τηνικαῦτα καὶ Ἀκακίου τῆς πίστεως σύνταγμα σὺν τῷ προοιμίῳ ἀνεγνώσθη, τοῦτον ἔχον τὸν τρόπον: Ἡμεῖς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ τὸ βασιλικὸν βούλημα τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε Καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν ἐθέμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ φυλάξαι, καὶ περὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς καὶ εὐαγγελικὰς φωνὰς, καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς ἐπεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. Ἐπειδὴ δέ τινες ἐν τῇ συνόδῳ τοὺς μὲν ἡμῶν ὕβρισαν τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας, καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ̓ ἑαυτῶν, καὶ τοὺς παρὰ κανόνα καταστάντας ἦγον μεθ̓ ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλήρη γενέσθαι τὴν σύνοδον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβον, τούτου ἕνεκεν διαλαλοῦμεν ταῦτα: ὡς οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ τὴν Ἀντιόχειαν, προκομίζοντες αὐτὴν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες ἡμῶν κατ̓ ἐκεῖνο τοῦ καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον. Ἐπεὶ δὲ πολλοὺς ἐθορύβησεν τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα, τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλομεν, ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν: καὶ πάντας ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. Τὸ δὲ ὅμοιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ Υἱοῦ, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανῶν καὶ γῆς, ὁρατῶν καὶ ἀοράτων. Πιστεύομεν δὲ καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, θεὸν Λόγον ἐκ θεοῦ μονογενῆ, φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναστάντα, καὶ ἀναληφθέντα εἰς οὐρανοὺς, καθέζεσθαι ἐν δεξιᾷ τοῦ Πατρός: καὶ πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὃ καὶ Παράκλητον ὠνόμασεν ὁ Σωτὴρ ὁ Κύριος ἡμῶν, ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν, πέμψαι τοῦτο τοῖς μαθηταῖς, ὃ καὶ ἀπέστειλε: δἰ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας, καὶ βαπτιζομένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας, ἀλλοτρίους εἶναι τῆς καθολικῆς ἐκκλησίας. Αὕτη μὲν ἡ Ἀκακίου περ τῆς αὐτοῦ πίστεως ἔκδοσις: ἦσαν δὲ αὐτῇ καθυπογράψαντες αὐτὸς Ἀκάκιος καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες, τοσοῦτοι ὄντες τὸν ἀριθμὸν ὅσον μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν. Ἀναγνωσθείσης δὲ αὐτῆς, Σωφρόνιος Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ τοιαῦτα αὐταῖς λέξεσιν ἀνεβόησεν: Εἰ τὸ καθ̓ ἑκάστην ἡμέραν ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεως ὑπάρχει ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια. Ταῦτα μὲν ὁ Σωφρόνιος ἔφησεν: ἐγὼ δέ φημι, ὡς εἰ ἐξ ἀρχῆς τοιαῦτα περὶ τῆς ἐν Νικαίᾳ πίστεως οἵ τε πρὸ αὐτῶν καὶ οἱ μετ̓ ἐκείνους διενοήθησαν, πέπαυτο ἂν πᾶσα φιλόνεικος ζήτησις, καὶ οὐκ ἂν τῶν ἐκκλησιῶν ἄλογος ἐκράτησε ταραχή. Ἀλλ̓ ὅπως μὲν ἔχει ταῦτα, κρινάτωσαν οἱ κατανοεῖν δυνάμενοι: τότε δὲ πολλὰ πρὸς ἀλλήλους περί τε τούτου καὶ τῶν κατηγορουμένων εἰπόντες καὶ ἀκούσαντες διελύθησαν. Τῇ δὲ τετάρτῃ αὖθις ἡμέρᾳ συνῆλθον ἅπαντες εἰς ταὐτὸ, καὶ αὖθις ἀνεκίνουν μετὰ ἐρεσχελίας τοὺς λόγους: ἐν οἷς Ἀκάκιος τοιάνδε κατὰ λέξιν εἰσηγήσατο γνώμην: Εἰ ἅπαξ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, οὐδὲν κωλύει καὶ νῦν ἑτέραν ὑπαγορευθῆναι πίστιν. Πρὸς ταῦτα Ἐλεύσιος ὁ Κυζίκου τοίαδε εἶπεν: Ἡ σύνοδος συνεκροτήθη ἐπὶ τοῦ παρόντος, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὔθ̓ ἵνα πίστιν δέξηται ἣν μὴ κέκτηται: ἀλλὰ τῇ τῶν πατέρων πίστει στοιχοῦσα ταύτης μέχρι ζωῆς καὶ θανάτου οὐκ ἐξίσταται. Τοιούτοις καὶ ὁ Ἐλεύσιος πρὸς τὴν Ἀκακίου γνώμην ἀπήντησε, πίστιν πατέρων τὴν ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν καλῶν. Ἀπαντήσει δ̓ ἄν τις καὶ πρὸς τοῦτον: Πῶς τοὺς ἐν Ἀντιοχείᾳ συνελθόντας πατέρας ὀνομάζεις, Ἐλεύσιε, τοὺς καὶ ἐκείνων πατέρας ἀρνούμενος; οἱ γὰρ ἐν Νικαίᾳ συνελθόντες καὶ τὸ ὁμοούσιον τῇ πίστει συμφωνήσαντες κυριώτερον ἂν πατέρες λέγοιντο, τῷ καὶ προαναβεβηκέναι τοῖς χρόνοις, καὶ ὅτι οἱ ἐν Ἀντιοχείᾳ γενόμενοι ὑπ’ ἐκείνων εἰς τὴν ἱερωσύνην προβέβληντο. Εἰ δὲ οἱ ἐν Ἀντιοχείᾳ τοὺς ἰδίους πατέρας ἠθέτησαν, λελήθασιν ἑαυτοὺς οἱ μετὰ ταῦτα τοῖς πατραλοίαις ἑπόμενοι. Πῶς δὲ καὶ ὧν ἐκεῖνοι τὴν πίστιν ὡς ἀδόκιμον ἠθέτησαν, τὴν χειροτονίαν ὡς δοκίμην ἐδέξαντο; εἰ δὲ ἐκεῖνοι οὐκ εἶχον τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ διὰ τῆς χειροτονίας ἐπέρχεται, οὐδὲ οὗτοι τὴν ἱερωσύνην ἔλαβον: πῶς γὰρ ἐλάμβανον παρὰ τῶν οὐκ ἐχόντων τὸ διδόμενον; Ταῦτα μὲν οὖν ἀντιθήσει τις πρὸς τὰ ὑπὸ Ἐλευσίου λεχθέντα: τότε δὲ αὖθις ἐπὶ ἑτέραν ἐχώρησαν ζήτησιν. Ἐπεὶ γὰρ καὶ οἱ περὶ Ἀκάκιον ἐν τῇ ἀναγνωσθείσῃ πίστει ὅμοιον ἔφασαν τὸν Υἱὸν τῷ Πατρὶ, διεπυνθάνοντο ἀλλήλων, κατὰ τί ὅμοιος ἐστὶν ὁ Υἱὸς τῷ Πατρί: καὶ οἱ μὲν περὶ Ἀκάκιον ἔλεγον, κατὰ τὴν βούλησιν μόνον, οὐ μὴν κατὰ τὴν οὐσίαν ὅμοιον τῷ Πατρὶ εἶναι τὸν Υἱόν. Οἱ δὲ ἄλλοι σύμπαντες καὶ κατὰ τὴν οὐσίαν ἀπεφῄναντο. Περὶ τούτου δὲ τοῦ ζητήματος φιλονεικοῦντες ἐνδιημέρευον, καὶ τὸν Ἀκάκιον ἐξήλεγχον, ὡς εἴη ἐν τοῖς λόγοις αὐτοῦ, οὓς συγγράψας ἐξέδωκεν, ὅμοιον κατὰ πάντα εἰπὼν τὸν Υἱὸν τῷ Πατρί. Καὶ πῶς νῦν, ἔφασαν, ἀρνῇ τὴν κατ̓ οὐσίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὁμοιότητα; Ὁ δὲ, Ἀπὸ συγγραμμάτων, ἔφη, οὔτε νέος τις οὔτε ἀρχαῖος ἐκρίθη. Πολλὰ δὲ πρὸς ἀλλήλους περὶ τοῦ ζητήματος τούτου ἀκριβολογουμένων καὶ μηδαμῶς συμφωνούντων, ὁ Λεωνᾶς ἀναστὰς διέλυσε τὸν σύλλογον: καὶ τοῦτο τέλος ἔσχεν ἡ ἐν Σελευκείᾳ γενομένη σύνοδος. Τῇ γὰρ ἑξῆς παρακαλούμενος οὐκέτι εἰς ταὐτὸν συνελθεῖν αὐτοῖς ἠθέλησε, φήσας ἀπεστάλθαι παρὰ τοῦ βασιλέως ἐπὶ τῷ παρεῖναι τῇ συνόδῳ ὁμοφωνούσῃ: ἐπειδὴ δέ τινες διέστησαν, οὐ δύναμαι, ἔφη, παραγενέσθαι: ἀπέλθετε οὖν, καὶ ἐν τῇ ἐκκλησίᾳ φλυαρεῖτε. Τούτου γενομένου, οἱ περὶ Ἀκάκιον ἕρμαιον ἡγησάμενοι οὐδὲ αὐτοὶ ἀπαντῆσαι ἠθέλησαν. Οἱ δὲ τοῦ ἄλλου μέρους διακριθέντες, καὶ συνελθόντες κατὰ τὴν ἐκκλησίαν, ἐκάλουν τοὺς περὶ Ἀκάκιον ἐπὶ τῷ κρῖναι τὰ κατὰ Κύριλλον τὸν ἐπίσκοπον Ἱεροσολύμων. Ἰστέον γὰρ ὅτι Κύριλλος ἤδη πρότερον κατηγόρητο: καὶ διὰ τί μὲν, οὐκ ἔχω φράσαι: καθῃρέθη δὲ, ὅτι πολλάκις ἐπὶ τὸ κριθῆναι καλούμενος ἐφεξῆς δύο ἐνιαυτῶν διέφυγε τὰς κατηγορίας εὐλαβούμενος. Καθαιρεθεὶς δ̓ οὖν ὅμως ἐκκλήτου βιβλίον τοῖς καθελοῦσι διαπεμψάμενος, μεῖζον ἐπεκαλέσατο δικαστήριον: οὗ τῇ ἐκκλήτῳ καὶ ὁ βασιλεὺς Κωνστάντιος ἐγεγόνει σύμψηφος. Τοῦτο μὲν οὖν μόνος καὶ πρῶτος παρὰ τὸ σύνηθες τῷ ἐκκλησιαστικῷ κανόνι Κύριλλος ἐποίησεν, ἐκκλήτοις ὡς ἐν δημοσίῳ δικαστηρίῳ χρησάμενος: τότε δὲ ἐν τῇ Σελευκείᾳ παρῆν κριθησόμενος. Καὶ διὰ τοῦτο οἱ ἐπίσκοποι τοὺς περὶ Ἀκάκιον ἐκάλουν, ὡς μικρῷ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅπως ἂν περὶ τῶν κατηγορουμένων διαγνόντες κοινὴν ἐξενέγκωσι ψῆφον. Ἐκάλουν γὰρ δὴ καί τινας ἄλλους τῶν κατηγορουμένων, οἳ τοῖς περὶ Ἀκάκιον προσπεφεύγασιν. Ἐπεὶ οὖν πολλάκις καλούμενοι οὐκ ἀπήντησαν, καθεῖλον αὐτόν τε Ἀκάκιον, Γεώργιον Ἀλεξανδρείας, Οὐράνιον Τύρου, Θεόδουλον Χαιρετάπων τῆς Φρυγίας, Θεοδόσιον Φιλαδελφείας τῆς ἐν Λυδίᾳ, Εὐάγριον Μιτυλήνης τῆς νήσου, Λεόντιον Τριπόλεως τῆς Λυδίας, καὶ Εὐδόξιον τὸν πρότερον μὲν Γερμανικείας, μετὰ ταῦτα δὲ Ἀντιοχείας τῆς ἐν Συρίᾳ τὴν ἐπισκοπὴν ὑποδύντα. Καθεῖλον δὲ καὶ Πατρόφιλον, ὅτι αὐτὸς ὑπὸ Δορωθέου πρεσβυτέρου κατηγορούμενος, κληθεὶς οὐχ ὑπήκουσε. Τούτους μὲν οὖν καθεῖλον: ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Ἄβγαρον, Βασιλικὸν, Φοῖβον, Φιδήλιον, Εὐτύχιον, Μάγνον καὶ Εὐστάθιον: ὁρίσαντες οὕτω μένειν αὐτοὺς, ἕως ἂν ἀπολογησάμενοι τὰς κατηγορίας ἀποδύσωνται. Ταῦτα πράξαντες, διὰ γραμμάτων τε τὰ περὶ τῶν καθαιρεθέντων ταῖς ἐκείνων παροικίαις γνωρίσαντες, καθιστῶσιν εἰς τὸν τόπον Εὐδοξίου τῆς Ἀντιοχείας ἐπίσκοπον, Ἀνιανὸν τοὔνομα: ὃν συλλαβόντες οἱ περὶ Ἀκάκιον Λεωνᾷ καὶ Λαυρικίῳ παρέδοσαν: οἱ δὲ αὐτὸν ἐξόριστον πεποιήκασι. Τούτου γενομένου, οἱ ἐπίσκοποι οἱ προβεβλημένοι τὸν Ἀνιανὸν διαμαρτυρίαις ἐχρῶντο κατὰ τῶν περὶ Ἀκάκιον πρὸς τὸν Λεωνᾶν καὶ Λαυρίκιον, δἰ ὧν ἀδικεῖσθαι τῆς συνόδου τὴν κρίσιν ἐμήνυον. Ὡς δὲ οὐδὲν πλέον ἠνύετο, ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησαν ἐπὶ τῷ διδάξαι τὸν βασιλέα τὰ κριθέντα αὐτοῖς.