Ancient Greek · ~5 min
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.42
Not analysed yet
Ὡς καθαιρεθέντος Μακεδονίου, Εὐδόξιος τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως κατέσχεν. Οἱ δὲ περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐν τῇ Κωνσταντινουπόλει περὶ τὸ ἀντικαθαιρεῖν καὶ αὐτοὶ τινὰς τοῦ ἑτέρου μέρους ἀγῶνα ἐτίθεντο. Ἰστέον δὲ ὅτι οὐδέτεροι διὰ θρησκείαν, ἀλλὰ δἰ ἑτέρας προφάσεις, τὰς καθαιρέσεις πεποίηνται: διακρινόμενοι γὰρ περὶ πίστεως, ἐν τῷ καθαιρεῖν ἀλλήλους τὴν ἀλλήλων πίστιν οὐ διεμέμφοντο. Συγχρώμενοι δὲ οἱ περὶ Ἀκάκιον τῇ τοῦ βασιλέως ὀργῇ, ἣν κατά τε τῶν ἄλλων, καὶ μάλιστα κατὰ Μακεδονίου, φυλάττων ἐκτελέσαι ἐσπούδαζεν, καθαιροῦσι, πρῶτον μὲν Μακεδόνιον, καὶ ὡς αἴτιον πολλῶν φόνων γενόμενον, καὶ ὅτι διάκονον ἐπὶ πορνείᾳ ἁλόντα ἐδέξατο εἰς κοινωνίαν: Ἐλεύσιον δὲ τὸν Κυζίκου, διότι Ἡράκλειόν τινα ἱερέα τοῦ ἐν Τύρῳ Ἡρακλέους ἐπὶ γοητείᾳ ληφθέντα βαπτίσας εἰς διάκονον προεβάλετο: Βασίλειον δὲ, τὸν καὶ Βασιλᾶν, καὶ γὰρ οὕτως ὠνομάζετο, τὸν ἐν Ἀγκύρᾳ εἰς τὸν τόπον Μαρκέλλου προχειρισθέντα, ὡς ἀδίκως τινα βασανίσαντα καὶ σιδηροδέσμοις φυλακαῖς κατακλείσαντα, καὶ ὅτι συκοφαντίας τισιν ἔρραψεν, ἔτι μὴν καὶ ὅτι δἰ ἐπιστολῶν τὰς ἐν Ἀφρικῇ ἐκκλησίας ἐτάραξεν: Δρακόντιον δὲ, ὅτι ἀπὸ Γαλατίας μετέβη εἰς Πέργαμον: καθεῖλον δὲ καὶ Νεωνᾶν τὸν Σελευκείας, ἐν ᾗ ἐγεγόνει ἡ σύνοδος: ἔτι μὴν καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλπίδιον Σατάλων τῆς Μακεδονίας, καὶ τῶν Ἱεροσολύμων Κύριλλον: καὶ ἄλλους δἰ ἄλλας αἰτίας ἐξέβαλλον.