Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.43
Not analysed yet
Περὶ Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου. Εὐστάθιος δὲ ὁ τῆς ἐν Ἀρμενίᾳ Σεβαστείας οὔτε εἰς ἀπολογίαν ἐδέχθη, διότι ὑπὸ Εὐλαλίου τοῦ ἰδίου πατρὸς καὶ ἐπισκόπου Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἤδη πρότερον καθῄρητο, ἐπειδὴ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἠμφίεστο. Ἰστέον δὲ ὅτι εἰς τόπον Εὐσταθίου Μελέτιος κατέστη ἐπίσκοπος, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν. Εὐστάθιος μέντοι καὶ μετὰ ταῦτα ἐν τῇ δἰ αὐτὸν γενομένῃ ἐν Γάγγραις τῆς Παφλαγονίας συνόδῳ κατεκρίθη, διότι μετὰ τὸ καθαιρεθῆναι αὐτὸν ἐν τῇ κατὰ Καισάρειαν συνόδῳ πολλὰ παρὰ τοὺς ἐκκλησιαστικοὺς τύπους ἔπραττεν. Γαμεῖν γὰρ ἐκώλυε, καὶ βρωμάτων ἀπέχεσθαι ἐδογμάτιζεν: καὶ διὰ τούτων πολλοὺς μὲν γεγαμηκότας τοῦ συνοικεσίου ἐχώριζε, καὶ τὰς ἐκκλησίας ἐκτρεπομένους ἐπ’ οἰκίας τὴν κοινωνίαν ποιεῖσθαι ἀνέπειθε. Δούλους τε προσχήματι θεοσεβείας τῶν δεσποτῶν ἀπέσπα. Αὐτός τε φιλοσόφου σχῆμα φορῶν, καὶ τοὺς: ἀκολουθοῦντας αὐτῷ ξένῃ στολῇ χρῆσθαι ἐποίει, καὶ τὰς γυναῖκας κείρεσθαι παρεσκεύαζεν. Καὶ τὰς μὲν ὡρισμένας νηστείας ἐκτρέπεσθαι, τὰς Κυριακὰς δὲ νηστεύειν ἐδίδασκεν: ἐν οἴκοις τε γεγαμηκότων εὐχὰς ἐκώλυε γενέσθαι: καὶ πρεσβυτέρου γυναῖκα ἔχοντος, ἣν νόμῳ λαϊκὸς ὢν ἠγάγετο, τὴν εὐλογίαν καὶ τὴν κοινωνίαν ὡς μῦσος ἐκκλίνειν ἐκέλευε. Καὶ ἄλλα πλεῖστα παραπλήσια τούτοις ποιοῦντος αὐτοῦ καὶ διδάσκοντος, σύνοδος, ὡς ἔφην, ἐν Γάγγραις τῆς Παφλαγονίας συναχθεῖσα αὐτόν τε καθεῖλε, καὶ τὰ δόγματα αὐτοῦ ἀνεθεμάτισε. Ταῦτα μὲν οὖν ὕστερον ἐγένετο: τότε δὲ ἐκβληθέντος Μακεδονίου, Εὐδόξιος ἐν δευτέρῳ τὸν Ἀντιοχείας θέμενος θρόνον, τῆς Κωνσταντινουπόλεως ἀναδείκνυται, τῶν περὶ Ἀκάκιον ἐνθρονισάντων αὐτόν. Οἳ ἐλάνθανον ἑαυτοὺς ἐναντία νομοθετοῦντες τοῖς ὑπ’ αὐτῶν κεκριμένοις: οἱ γὰρ Δρακόντιον καθελόντες, διότι ἐκ Γαλατίας μετέβη εἰς Πέργαμον, οὐκ ἐλογίζοντο, Εὐδόξιον δεύτερον τότε ποιούμενον τὴν μετάβασιν ἐνθρονίζοντες, ὡς ὑπεναντία τοῖς οἰκείοις δόγμασιν ἔπραττον. Ταῦτα κατεργασάμενοι, τὴν μὲν ἀναγνωσθεῖσαν πίστιν εἰς τὴν Ἀρίμινον μετὰ τῆς γενομένης προσθήκης ὡς διορθώσαντες ἐξεπέστειλαν, ἐντειλάμενοι τοὺς μὴ ὑπογράφοντας αὐτῇ ἐξορίζεσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. Γνώριμα δὲ καθιστῶσι τὰ ὑπ’ αὐτῶν πεπραγμένα τοῖς τε ἄλλοις τοῖς κατὰ τὴν ἀνατολὴν ὁμοδόξοις, καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως: οὗτος γὰρ ἐκ τῆς Σελευκείας ἐπὶ τὴν οἰκείαν εὐθὺς ὥρμησε πόλιν. Εὐδοξίου δὲ ἀναδειχθέντος τῆς μεγαλοπόλεως, τηνικαῦτα ἡ μεγάλη ἐκκλησία ὀνομαζομένη Σοφία ἐνεκαινίσθη, ἐν ὑπατείᾳ Κωνσταντίου τὸ δέκατον, καὶ Ἰουλιανοῦ Καίσαρος τὸ τρίτον, τῇ πεντεκαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός. Εὐδόξιος δὲ καθεσθεὶς εἰς τὸν θρόνον αὐτῆς, πρώτην ἐκείνην τὴν πολυθρύλητον ἀφῆκε φωνὴν, φράσας, Ὁ Πατὴρ ἀσεβὴς, ὁ Υἱὸς εὐσεβής. Θορύβου δὲ καὶ στάσεως ἐπὶ τούτῳ γενομένης, Μηδὲν, ἔφη, ταράττεσθε πρὸς τὸ λεχθὲν ὑπ’ ἐμοῦ: ὁ γὰρ Πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ Υἱὸς εὐσεβὴς, ὅτι σέβει τὸν Πατέρα. Τοιαῦτα δὲ τοῦ Εὐδοξίου εἰπόντος, ὁ μὲν θόρυβος κατεστάλη, γέλως δὲ ἀντὶ θορύβου κατεῖχε πολὺς τὴν ἐκκλησίαν: καὶ μένει τὸ λεχθὲν ἄχρι δεῦρο γελώμενον. Τοιαῦτα γὰρ δὴ οἱ αἱρεσιάρχαι σοφιζόμενοι, καὶ περὶ τοιαύτας ἀσχολούμενοι λέξεις, τὴν ἐκκλησίαν διέσπασαν. Τοῦτο μὲν οὖν τοιοῦτο τέλος καὶ ἡ ἐν Κωνσταντινουπόλει γενομένη σύνοδος ἔσχεν.