Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.7
Not analysed yet
Ὡς ὁ βασιλεὺς Κωνστάντιος Παῦλον τὸν προσβληθέντα ἐπίσκοπον ἐκβάλλει: Εὐσεβίῳ δὲ ἐκ τῆς Νικομηδείας μεταπεμφθέντι τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως ἐνεχείρισεν. Μετ̓ οὐ πολὺ δὲ ἐπιστὰς ὁ βασιλεὺς τῇ Κωνσταντινουπόλει πρὸς ὀργὴν ἐκκάεται ἐπὶ τῇ γενομένῃ χειροτονίᾳ. Καὶ καθιστὰς συνέδριον τῶν τὰ Ἀρείου φρονούντων ἐπισκόπων, τὸν μὲν Παῦλον σχολάζ̣̔?ʼν ἐποίησεν, Εὐσέβιον δὲ ἐκ τῆς Νικομηδείας μεταστήσας τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἀναδείκνυσι. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα πράξας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν.