Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.6
Not analysed yet
Ὡς Ἀλέξανδρος ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος τελευτῶν ὑπόψηφον πεποίηκε Παῦλον καὶ Μακεδόνιον. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον κατὰ τὴν Κωνσταντινούπολιν ἑτέρα ταῖς προτέραις ἐπισυμπλέκεται ταραχὴ ἐξ αἰτίας τοιαύτης. Ἀλέξανδρος ὁ κατὰ τήνδε τὴν πόλιν τῶν ἐκκλησιῶν προεστὼς, ὁ τὴν πρὸς Ἄρειον μάχην ἀγωνισάμενος, τὸν ἐνθάδε βίον ἀπέλειπεν, εἰκοσιτρία μὲν ἔτη κατὰ τὴν ἐπισκοπὴν διατρίψας, ἐνενήκοντα καὶ ὀκτὼ δὲ ἔτη τὰ πάντα βιοὺς, οὐδένα εἰς τὸν αὐτοῦ τόπον χειροτονήσας. Ἐνετείλατο δὲ τοῖς καθήκουσιν ἑλέσθαι δυοῖν τὸν ἕτερον ὧν ἂν αὐτὸς ὀνομάσειεν: καὶ εἰ μὲν βούλοιντο διδασκαλικὸν ἐν ταὐτῷ καὶ βίου χρηστοῦ μαρτυρούμενον, Παῦλον τὸν ὑπ’ αὐτοῦ χειροτονηθέντα πρεσβύτερον, ἄνδρα νέον μὲν τὴν ἡλικίαν, προβεβηκότα δὲ ταῖς φρεσίν: εἰ δὲ μόνον ἐκ τοῦ προσχήματος τῆς εὐλαβείας δεικνύμενον, αἱρεῖσθαι Μακεδόνιον, διάκονον τυγχάνοντα μὲν ἤδη πάλαι τῆς ἐκκλησίας, τῇ ἡλικίᾳ δὲ γέροντα. Ἐκ τούτου μείζων φιλονεικία περὶ χειροτονίας γίνεται ἐπισκόπου, καὶ τὴν ἐκκλησίαν διετάραττεν. Ἐπεὶ γὰρ ὁ λαὸς εἰς δύο διετέτμητο μέρη, τῶν μὲν προσκειμένων τῷ Ἀρειανῷ δόγματι, τῶν δὲ φρονούντων καθ̓ ἃ ἡ ἐν Νικαίᾳ σύνοδος ὥρισε: καὶ ἕως μὲν Ἀλέξανδρος περιῆν, κατεκράτουν οἱ φρονοῦντες τὸ ὁμοούσιον, τῶν Ἀρειανιζόντων διακρινομένων καὶ ὁσημέραι διαπληκτιζομένων περὶ τοῦ δόγματος, ἐπἑ̣?ʼ δὲ ἐκεῖνος τετελευτήκει, ἀμφήριστος ἡ τοῦ λαοῦ μάχη καθίστατο: διὸ οἱ μὲν τοῦ ὁμοουσίου τὴν πίστιν φυλάττοντες Παῦλον εἰς τὴν ἐπισκοπὴν προχειρίζονται, οἱ δὲ Ἀρειανίζοντες Μακεδόνιον ἔσπευδον. Καὶ ἐν μὲν τῇ τῆς Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ καὶ ἐχομένῃ τῆς νῦν μεγάλης καὶ Σοφίας ὀνομαζομένης χειροτονεῖται Παῦλος, ἐφ̓ οὗ καὶ μᾶλλον ἡ τοῦ ἀπελθόντος ψῆφος ἐδόκει κρατεῖν.