Ancient Greek · ~11 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.21
Not analysed yet
Περὶ τῆς εἰς Περσίδα τοῦ βασιλέως ἀφίξεως, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ. Ὁ δὲ βασιλεὺς εἰς τὴν τῶν Περσῶν ἐνέβαλεν μικρὸν πρὸ τοῦ ἔαρος, πυθόμενος ἀσθενέστατα καὶ ἀνανδρότατα εἶναι χειμῶνος τὰ ἔθνη Περσῶν. Κρυμὸν γὰρ μὴ φέροντες, ἀπόμαχοι μένουσι κατὰ τόνδε τὸν χρόνον: ἀλλ̓ οὐδὲ χεῖρα, τὸ τοῦ λόγου, βάλλοι ἂν τότε ἔξω τοῦ φάρους Μῆδος ἀνήρ. Ῥωμαίους δ̓ εἰδὼς καὶ χειμῶνος ἀγωνίζεσθαι δυναμένους, ἐπαφῆκε τῇ χώρᾳ τὸν στρατόν. Πολλὰς οὖν χώρας καὶ κώμας καὶ φρούρια πορθήσαντες ἤδη καὶ τὰς πόλεις ἐλάμβανον. Περιστοιχίσας δὲ Κτησιφῶντα τὴν μεγάλην πόλιν, τοσοῦτον ἐπολιόρκει τὸν βασιλέα, ὥστε ἐκεῖνον πρεσβείαις χρήσασθαι συχναῖς, ἱκετεύειν τε ζημιωθῆναι μέρος τι τῆς αὐτοῦ πατρίδος, εἰ καταλύσας τὸν πόλεμον ἀποχωρήσῃ. Ὁ δὲ οὐκ ἔπαθε τὴν ψυχὴν, οὐδὲ τοὺς ἱκετεύοντας ἠλέησεν: ἀλλ̓ οὐδὲ τὸ τοῦ λόγου κατὰ νοῦν ἔλαβεν, ὡς ἄρα νικᾶν μὲν καλὸν, ὑπερνικᾶν δὲ ἐπίφθονον. Πεπιστευκὼς δὲ μαντείαις τισιν ἃς αὐτῷ συμπαρὼν ὁ φιλόσοφος Μάξιμος ὑπετίθετο, καὶ ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος δόξαν λαβεῖν, ἢ καὶ μᾶλλον ὑπερβαίνειν, τὰς ἱκεσίας Περσῶν ἀπεκρούσατο. Καὶ ἐνόμιζε κατὰ τὴν Πυθαγόρου καὶ Πλάτωνος δόξαν ἐκ μετενσωματώσεως τὴν Ἀλεξάνδρου ἔχειν ψυχὴν, μᾶλλον δὲ αὐτὸς εἶναι Ἀλέξανδρος ἐν ἑτέρῳ σώματι. Αὕτη ἡ οἴησις αὐτὸν ἐξηπάτησε, καὶ παρεσκεύασε τότε τὴν ἱκεσίαν τοῦ Πέρσου μὴ παραδέξασθαι. Διόπερ ἐκεῖνος γνοὺς ἀνήνυτα αὐτῷ τὰ τῆς πρεσβείας γενόμενα, εἰς ἀνάγκην καθίσταται: καὶ τῇ ἐχομένῃ μετὰ τὴν πρεσβείαν ἡμέρᾳ πᾶσαν ἣν εἶχε δύναμιν ἀντιτάττει τῷ Ῥωμαίῳ στρατῷ. Διεμέμφοντο μὲν οὖν τὸν βασιλέα Ῥωμαῖοι, διότι μὴ ἐπικερδῶς ὑφῆκε τῆς μάχης: ὅμως δὲ τοῖς παροῦσιν ἀντεπράττοντο: καὶ αὖθις τοὺς πολεμίους τρέπουσιν εἰς φυγήν. Ὁ δὲ βασιλεὺς παρῆν ἱππότης μὲν, καὶ ἐπερρώννυε τὸν στρατὸν, ἄοπλος δὲ, τῇ τῆς εὐτυχίας ἐλπίδι μόνῃ θαρρῶν. Ἐξ ἀφανοῦς δὲ ἀκόντιον φέρεται κατ̓ αὐτοῦ, καὶ διὰ βραχίονος διαδραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ. Ἐκ ταύτης δὲ τῆς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου γενομένου τοῦ ἀνελόντος αὐτόν: οἱ μὲν γὰρ ὑπό τινος Πέρσου αὐτομόλου βληθῆναι φασίν: οἱ δὲ ὑπὸ οἰκείου στρατιώτου, ὡς ὁ πολὺς λόγος κρατεῖ. Κάλλιστος δὲ, ὁ ἐν τοῖς οἰκεῖοις τοῦ βασιλέως στρατευόμενος, ἱστορήσας τὰ κατ̓ αὐτὸν ἐν ἡρωϊκῷ μέτρῳ, τὸν τότε πόλεμον διηγούμενος, ὑπὸ δαίμονος βληθέντα τελευτῆσαι φησίν. Ὅπερ τυχὸν μὲν ὡς ποιητὴς ἔπλασε, τυχὸν δὲ καὶ οὕτως ἔχει: πολλοὺς γὰρ ἐριννύες μετῆλθον. Ἢ ὅπως δ̓ ἂν ἔχοι τὰ κατ̓ αὐτὸν, ἀλλ̓ οὖν ἐκεῖνά γε οὐκ ἐλάνθανεν, ὡς ἦν ὁ ἀνὴρ διὰ προθυμίαν οὐκ ἀσφαλὴς, δἰ εὐπαιδευσίαν κενόδοξος, δἰ ἐπιείκειαν πεπλασμένην εὐκαταφρόνητος. Ἰουλιανὸς μὲν οὖν ἐν τῇ τετάρτῃ ἑαυτοῦ ὑπατείᾳ, ἣν ἅμα Σαλουστίῳ ἐδεδώκει, περὶ τὴν ἕκτην καὶ εἰκάδα τοῦ Ἰουνίου μηνὸς, ἐν τῇ Περσῶν χώρᾳ, ὡς ἔφην, τὸν βίον κατέλυσεν. Τοῦτο δὲ ἔτος ἦν τρίτον τῆς βασιλείας αὐτοῦ, ἕβδομον δὲ ἀφ̓ οὗ Καῖσαρ ἀπὸ Κωνσταντίου προεβλήθη, τριακοστὸν δὲ καὶ πρῶτον ἦν τῆς ζωῆς αὐτοῦ.