Ancient Greek · ~10 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.20
Not analysed yet
Ὡς καὶ Ἰουδαίους ὁ βασιλεὺς ἐπὶ τὸ θύειν προετρέψατο, καὶ περὶ τῆς τῶν Ἱεροσολύμων τελείας ἀνατροπῆς. Καὶ κατ̓ ἄλλον δὲ τρόπον ὁ βασιλεὺς τοὺς Χριστιανοὺς βλάπτειν σπουδάζων τὴν οἰκείαν δεισιδαιμονίαν ἐξήλεγχε. Φιλοθύτης γὰρ ὢν, οὐ μόνον αὐτὸς τῷ αἵματι ἔχαιρεν, ἀλλ̓ εἰ μὴ καὶ ἄλλοι τοῦτο ποιῶσι, ζημίαν ἐνόμιζεν. Ἐπειδὴ δὲ ὀλίγους τοὺς τοιούτους ἐφεύρισκεν, Ἰουδαίους μεταπέμπεται: καὶ παῤ αὐτῶν ἐπυνθάνετο, τοῦ χάριν, τοῦ Μωσαϊκοῦ νόμου κελεύσαντος θύειν, ἀπέχονται. Τῶν δὲ μὴ ἀλλαχοῦ φησάντων δύνασθαι τοῦτο ποιεῖν, εἰ μὴ μόνον ἐν τοῖς Ἱεροσολύμοις, κελεύει τάχος κτίζεσθαι τὸν Σολομῶνος ναόν. Καὶ αὐτὸς ἐπὶ Πέρσας ἤλαυνε. Ἰουδαῖοι δὲ καιροῦ δράξασθαι πάλαι ἐπιθυμοῦντες, ἐν ᾧ τὸ ἱερὸν αὐτοῖς πρὸς τὸ θύειν ἀνοικοδομηθήσεται, τότε σπουδαῖοι μὲν πρὸς τὸ ἔργον ἐγίνοντο: φοβεροὺς δὲ τοῖς Χριστιανοῖς ἐπεδείκνυσαν ἑαυτοὺς, ἠλαζονεύοντό τε κατ̓ αὐτῶν, ἐπαπειλοῦντες τοσαῦτα ποιήσειν, ὅσα αὐτοὶ παρὰ Ῥωμαίων πάλαι πεπόνθασι. Τοῦ δὲ βασιλέως ἐκ δημοσίων τὴν δαπάνην παρασχεθῆναι κελεύσαντος, εὐτρέπιστο πάντα, ξύλα καὶ λίθοι, καὶ πλίνθος ὀπτὴ, καὶ πηλὸς, καὶ ἄσβεστος, καὶ τὰ ἄλλα ὅσα πρὸς οἰκοδομὴν ἐπιτήδεια γίνεται. Τότε δὴ Κύριλλος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος τὸ τοῦ προφήτου Δανιὴλ κατὰ νοῦν ἐλάμβανεν, ὅπερ καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἐπεσφραγίσατο, πολλοῖς τε προέλεγεν, ὡς ἄρα νῦν ἥκει ὁ καιρὸς, ὅτε λίθος ἐπὶ λίθον οὐκ ἂν μένοι εἰς τὸν ναὸν, ἀλλὰ τὸ τοῦ Σωτῆρος λόγιον πληρωθήσεται. Ταῦτα ἔλεγεν ὁ ἐπίσκοπος. Καὶ διὰ τῆς νυκτὸς σεισμὸς μέγας ἐπιγενόμενος ἀνέβρασσε τοὺς λίθους τῶν πάλαι θεμελίων τοῦ ναοῦ, καὶ πάντας διέσπειρε σὺν τοῖς παρακειμένοις οἰκήμασι. Δέος δὲ ἐκ τοῦ γενομένου Ἰουδαίους κατέλαβε: καὶ φήμη ἐπὶ τὸν τόπον ἦγε καὶ τοὺς πόρρω διάγοντας. Παρόντων οὖν σφόδρα πολλῶν, ἕτερον τεράστιον ἐπιγίνεται. Πῦρ γὰρ ἐξ οὐρανοῦ κατασκῆψαν πάντα τὰ τῶν οἰκοδόμων ἐργαλεῖα διέφθειρεν. Ἦν γοῦν ἰδεῖν ὑπὸ τῆς φλογὸς ἀπολλυμένας τὰς σφύρας, τὰς γλαρίδας, τοὺς πρίονας, τοὺς πελέκεις, τὰ σκέπαρνα, πάντα ἁπλῶς ὅσα πρὸς τὸ ἔργον ἐπιτήδεια εἶχον οἱ ἐργαζόμενοι. Ἐπενέμετο μὲν οὖν ταῦτα τὸ πῦρ δἰ ὅλης τῆς ἡμέρας. Ἰουδαῖοι δὲ ἐν μεγίστῳ φόβῳ γενόμενοι καὶ ἄκοντες ὡμολόγουν τὸν Χριστὸν, Θεὸν λέγοντες. Οὐκ ἐποίουν δὲ αὐτοῦ τὸ θέλημα, ἀλλ̓ ἔμενον τῇ τοῦ Ἰουδαϊσμοῦ προλήψει κρατούμενοι. Οὐδὲ γὰρ τὸ τρίτον θαῦμα τὸ ὕστερον ἐπιγενόμενον εἰς πίστιν τῆς ἀληθείας ἦγεν αὐτούς: καὶ γὰρ τῇ ἐχομένῃ νυκτὶ σφραγῖδες σταυροῦ ἀκτινοειδεῖς τοῖς ἱματίοις αὐτῶν ἐντετυπωμέναι ἐφάνησαν: ἃς ἡμέρας ἐπιγενομένης ἰδόντες, ἀποπλύνειν καὶ ἀποσμήχειν θέλοντες, οὐδενὶ τρόπῳ ἠδύναντο. Πεπώρωντο οὖν κατὰ τὸν ἀπόστολον, καὶ τὸ ἀγαθὸν ἐν χερσὶν ἔχοντες, ἔρριπτον. Οὕτω μὲν οὖν ὁ ναὸς τότε ἀντὶ τοῦ οἰκοδομηθῆναι εἰς τέλεον ἀνατέτραπτο.