Ancient Greek · ~15 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.25.1
Not analysed yet
Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες καὶ οἱ περὶ Ἀκάκιον ἐν Ἀντιοχείᾳ συνελθόντες τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν. Τὰ μέντοι Χριστιανῶν οὐχ ἡσύχαζεν: οἱ γὰρ προεστῶτες τῶν θρησκειῶν προσελεύσεις ἐποίουν τῷ βασιλεῖ, τὴν παῤ αὐτοῦ κατὰ τῶν νομιζομένων αὐτοῖς ἀντιπάλων παρρησίαν ὑπάρχειν νομίζοντες. Καὶ πρῶτοι μὲν οἱ Μακεδονιανοὶ χρηματίσαντες βιβλίον προσφέρουσιν, ἀξιοῦντες ἐξωθεῖσθαι μὲν τῶν ἐκκλησιῶν τοὺς τὸ ἀνόμοιον δογματίζοντας, ἑαυτοὺς δὲ ἀντεισάγεσθαι. Ἦσαν δὲ οἱ τὸ βιβλίον τῶν δεήσεων ἐπιδόντες, Βασίλειος ὁ Ἀγκύρας, Σιλβανὸς Ταρσοῦ, Σωφρόνιος Πομπηϊουπόλεως, Πασίνικος Ζήνων, Λεόντιος Κομάνων, Καλλικράτης Κλαυδιουπόλεως, Θεόφιλος Κασταβάλων. Τούτων δεξάμενος τὸ βιβλίον ὁ βασιλεὺς ἀναποκρίτους αὐτοὺς ἀπέπεμψε, μόνον δὲ τοῦτο ἐφθέγξατο: Ἐγὼ, ἔφη, φιλονεικίαν μισῶ, τοὺς δὲ τῇ ὁμονοίᾳ προστρέχοντας ἀγαπῶ καὶ τιμῶ. Ταῦτα εἰς τὰς ἀκοὰς τῶν ἄλλων διαδοθέντα τὸν τόνον τῶν φιλονεικεῖν αἱρουμένων ἐχαύνωσε: καὶ τοῦτο κατὰ σκοπὸν τοῦ βασιλέως ἐγίνετο. Καὶ γὰρ δὴ τηνικαῦτα καὶ ὁ τῶν περὶ Ἀκάκιον φιλόνεικος τρόπος ἠλέγχετο, καὶ ὡς εἴησαν ἀεὶ πρὸς τοὺς κρατοῦντας ἀποκλίνοντες, φανερῶς ἐπέδειξαν. Συνελθόντες γὰρ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰς λόγους ἔρχονται Μελιτίῳ, ὃς μικρὸν ἔμπροσθεν αὐτῶν χωρισθεὶς τῷ ὁμοουσίῳ προσέθετο. Τοῦτο δὲ ἐποίησαν, ἐπειδὴ τιμώμενον ὑπὸ τοῦ βασιλέως ἑώρων ἐκεῖ τότε διάγοντος. Κοινῇ οὖν γνώμῃ βιβλίον συντάξαντες καθομολογοῦσι τὸ ὁμοούσιον, καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες τῷ βασιλεῖ προσκομίζουσιν. Ἔστι δὲ τὸ βιβλίον ἐν τοῖσδε: Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Ἰοβιανῷ νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρεσβεύειν ἐσπούδασεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοὶ, θεοφιλέστατε βασιλεῦ. Ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. Ἵνα μὴ τοίνυν μετὰ τῶν παραχαρασσόντων τὸ δόγμα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισιν ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας, εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων, περὶ τοῦ Χριστοῦ ἀσεβῶς τολμηθέντος παρὰ τοῦ Ἀρείου, ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι ἔτι θρασύτερον καὶ τολμηρότερον ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Διὸ συνετάξαμεν τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων ἐκτεθείσης, ἥντινα καὶ ἀγαπῶμεν, ἥτις ἐστίν: Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα: καὶ τὰ λοιπὰ τοῦ μαθήματος, πλήρης. Μελίτιος ἐπίσκοπος Ἀντιοχείας ἔδωκα συναινῶν τοῖς προγεγραμμένοις, Εὐσέβιος Σαμοσάτων, Εὐάγριος Σικελῶν, Οὐράνιος Ἀπαμείας, Ζώϊλος Λαρίσων, Ἀκάκιος Καισαρείας, Ἀντίπατρος Ῥώσου, Ἀβράμιος Οὐρίμων, Ἀριστόνικος Σελευκοβήλου, Βαρλαμένος Περγάμου, Οὐράνιος Μελιτινῆς, Μάγνος Χαλκηδόνος, Εὐτύχιος Ἐλευθεροπόλεως, Ἰσακόκις Ἀρμενίας μεγάλης, Τῖτος Βόστρων, Πέτρος Σίππων, Πελάγιος Λαοδικείας, Ἀραβιανὸς Ἄντρου, Πίσων Ἀδάνων διὰ Λαμυδρίωνος πρεσβυτέρου, Σαβινιανὸς Ζεύγματος, Ἀθανάσιος Ἀγκύρων διὰ Ὀρφίτου καὶ Ἀετίου πρεσβυτέρων, Εἰρηνίων Γάζης, Πίσων Αὐγούστης, Πατρίκιος Πάλτου διὰ Λαμυρίωνος πρεσβυτέρου, Ἀνατόλιος Βεροίων, Θεότιμος Ἀράβων, Λουκιανὸς Ἄρκων. Τοῦτο μὲν δὴ τὸ βιβλίον τῇ συναγωγῇ τῶν συνοδικῶν Σαβίνου γεγραμμένον εὑρήκαμεν. Ὁ μέντοι βασιλεὺς πρόθεσιν εἶχε κολακείᾳ καὶ πειθοῖ τῶν διεστώτων τὴν φιλονεικίαν ἐκκόψαι, φήσας μηδενὶ ὀχληρὸς τῶν ὁπωσοῦν πιστευόντων ἔσεσθαι, ἀγαπήσειν δὲ καὶ ὑπερτιμήσειν τοὺς ἀρχὴν τῇ ἑνώσει τῆς ἐκκλησίας παρέξοντας. Ταῦτα δὲ οὕτως αὐτὸν πρᾶξαι καὶ Θεμίστιος φησὶν ὁ φιλόσοφος: ὑπατικὸν γὰρ λόγον εἰς αὐτὸν διελθὼν, θαυμάζει τὸν βασιλέα, ὡς τὸ ἐφεῖναι θρησκεύειν ὡς ἕκαστοι βούλονται νικήσαντα τῶν κολάκων τοὺς τρόπους. Οὓς καὶ διασύρων πάνυ γελοίως ἔφη, ἐλέγχεσθαι αὐτοὺς ἁλουργίδα, οὐ Θεὸν, θεραπεύοντας, μηδέν τε διαφέρειν αὐτοὺς Εὐρίπου, νῦν μὲν ἐπὶ τάδε νῦν δὲ εἰς τοὐναντίον τὰ ῥεύματα μεταβάλλοντος.