Ancient Greek
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.26
Not analysed yet
Περὶ τῆς τελευτῆς Ἰοβιανοῦ τοῦ βασιλέως. Οὕτω μὲν οὖν ὁ βασιλεὺς τότε τὴν ὁρμὴν τῶν ἐρεσχελεῖν προαιρουμένων ἐπέσχεν: ᾗ τάχος δὲ τῆς Ἀντιοχείας ἀναχωρήσας, τὴν Ταρσόν τε καταλαβὼν τῆς Κιλικίας, ἐκεῖ τὸ Ἰουλιανοῦ σῶμα ἔθαψε. Καὶ πάντα ἐπὶ τῇ κηδείᾳ τὰ νόμιμα πληρώσας, ὕπατός τε ἀναγορεύεται, καὶ αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν διαβαίνειν σπουδάζων, ἐν χωρίῳ τινὶ παραγίνεται, ᾧ προσωνυμία Δαδάστανα: μεθόριον δέ ἐστι τοῦτο Γαλατίας καὶ Βιθυνίας. Ἔνθα καὶ Θεμίστιος ὁ φιλόσοφος μετὰ τῶν ἄλλων συγκλητικῶν ἀπαντήσας, τὸν ὑπατικὸν ἐπ’ αὐτοῦ διεξῆλθε λόγον, ὃν ὕστερον καὶ ἐν Κωνσταντινουπόλει ἐπὶ τοῦ πλήθους ἐπεδείξατο. Ἀλλ̓ εὐτυχῶς τὰ Ῥωμαίων ἔπραξεν ἂν τά τε δημόσια καὶ τὰ τῶν ἐκκλησιῶν, οὕτως ἀγαθοῦ βασιλέως εὐτυχήσαντα, εἰ μὴ αἰφνίδιος ἐπιγενόμενος θάνατος τὸν τοιοῦτον ἄνδρα τῶν πραγμάτων ἀφείλετο. Ἐν γὰρ τῷ προρρηθέντι χωρίῳ, χειμῶνος ὥρᾳ, τῷ τῆς ἐμφράξεως νοσήματι συσχεθεὶς ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτοῦ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός: βασιλεύσας μῆνας ἑπτὰ, ζήσας ἔτη τριακοντατρία. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν δύο, μηνῶν πέντε.