Ancient Greek
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.5
Not analysed yet
Περὶ Λουκίφερος καὶ Εὐσεβίου. Ἐν δὲ δὴ τῷδε τῷ χρόνῳ Λούκιφερ καὶ Εὐσέβιος προστάγματι τοῦ βασιλέως τῆς ἐξορίας ἀνακέκληντο: Λούκιφερ μὲν Καράλων ἐπίσκοπος, ἥ ἐστι πόλις Σαρδανίας, Εὐσέβιος δὲ Βρεκέλλων: πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων, ὥς μοι καὶ πρότερον εἴρηται. Ἄμφω οὖν τῶν ἄνω Θηβῶν τῆς ἐξορίας ἐπανϊόντες, συμβουλὴν ἐποιοῦντο, τίνα τρόπον τὸν τῆς ἐκκλησίας κανόνα διαφθειρόμενον μὴ παρίδωσιν.