Ancient Greek
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.6
Not analysed yet
Ὡς Λούκιφερ ἐν Ἀντιοχείᾳ γενόμενος Παυλῖνον ἐχειροτόνησεν. Ἐδόκει οὖν, Λουκίφερα μὲν ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγενέσθαι, Εὐσέβιον δὲ ἐπ’ Ἀλεξάνδρειαν: ὅπως ἂν σύνοδον ἅμα Ἀθανασίῳ ἀθροίσαντες τὰ τῆς ἐκκλησίας κρατύνωσι δόγματα. Λούκιφερ μὲν οὖν διάκονον εἰς τὸν αὐτοῦ τόπον ἀποστέλλει, δἰ οὗ στέρξειν ὡμολόγει τὰ ὑπὸ τῆς συνόδου τυπούμενα. Αὐτὸς δὲ ἐπὶ τὴν Ἀντιόχειαν χωρήσας, εὑρίσκει τεταραγμένην τὴν ἐκκλησίαν: ἐδιχονόει γὰρ τὰ πλήθη πρὸς ἑαυτά. Οὐ γὰρ μόνον ἡ Ἀρειανὴ αἵρεσις ὑπὸ Εὐζωΐου τυγχάνουσα τὴν ἐκκλησίαν ἐχώριζεν: ἀλλὰ γὰρ καὶ, ὡς ἤδη πρότερον ἔφην, καὶ οἱ Μελετίῳ ἀκολουθήσαντες, ἐν σπουδῇ τῇ περὶ τὸν καθηγητὴν, πρὸς τοὺς ὁμόφρονας διεκρίνοντο. Καταστήσας οὖν Παυλῖνον ἐπίσκοπον αὐτοῖς, αὖθις ἀπεχώρει.