Ancient Greek · ~29 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.8.1
Not analysed yet
Ἐκ τοῦ ἀπολογητικοῦ Ἀθανασίου περὶ τῆς ἑαυτοῦ φυγῆς. Ἀθανάσιος δὲ καὶ τὸν περὶ τῆς φυγῆς ἀπολογητικὸν λόγον πάλαι πεπονημένον αὐτῷ ἐπὶ τῶν παρόντων τότε διεξῆλθεν. Οὗ μέρη τὰ χρήσιμα καὶ ἐπωφελῆ ἐνταῦθα προσγράφων, τὸν ὅλον λόγον πολύστιχον ὄντα ζητεῖν καὶ ἀναγινώσκειν τοῖς φιλοπόνοις ἀνῆκα. Ἰδοῦ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα: ταῦτα δρῶντες, καὶ μὴ ἐντραπέντες ἐφ̓ οἷς πρότερον καθ̓ ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας: μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον πεποιήκασι. Καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζοντες, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν. Εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν. Ὁ μὲν γὰρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται: ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται: ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς οἱ διώκοντες: παυέσθωσαν ἐπιβουλεύοντες, καὶ παύονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται: τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾷον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον: πᾶς γὰρ κατώδυνος καὶ ὑπόχρεως ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν Δαβὶδ κατέφευγε. Διὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσιν τυφλώττειν οἱ πλανώμενοι: ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ πλέον ἡ ἐξ ἐπιβουλῆς γιγνομένη παῤ αὐτῶν ἀναίρεσις καὶ ἐξορία προφανεστέρα γενήσεται. Ἄν τε γὰρ ἀποκτείνωσιν, ὁ θανάτος μεῖζον ἠχήσει κατ̓ αὐτῶν: ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ̓ ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν. Εἰ μὲν οὖν ἔσωζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τούτοις συνεχομένους, καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. . . . . . . Εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν, καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν Ἠσαῦ, τὸν δὲ Μωϋσῆν εἰς Μαδιὰν ἀναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαβὶδ φεύγοντι τὸν Σαοὺλ ἀπὸ τῆς οἰκίας ἀποστείλαντα αὐτὸν ἀναιρεθῆναι, καὶ κρυπτομένῳ μὲν αὐτῷ ἐν τῷ σπηλαίῳ, καὶ ἀλλοιοῦντι τὸ πρόσωπον ἑαυτοῦ, ἕως οὗ παρέλθῃ τὸν Ἀβιμέλεχ, καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; Τί δ̓ ἄν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, τὸν μέγαν Ἠλίαν ὁρῶντες ἐπικαλούμενον μὲν τὸν Θεὸν, καὶ νεκρὸν ἐγείροντα, κρυπτόμενον δὲ διὰ τὸν Ἀχαὰβ, καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἱεζάβελ; τότε γὰρ ζητούμενοι οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο, λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ Ἀβδίᾳ. Ἤ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι: καὶ γὰρ καὶ οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἀνεχώρουν κρυπτόμενοι: καὶ ὁ Παῦλος ἐν Δαμασκῷ παρὰ τοῦ ἐθνάρχου ζητούμενος, ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται, καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας. Τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; Ἄν τε γὰρ δειλίαν ὀνειδίσωσι, κατ̓ αὐτῶν ὡς μαινομένων τὸ τόλμημα: κᾅν τε ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας αὐτοὺς διαβάλλουσιν, οὐκ εἰδότες εἰσὶ παντελῶς τὰς γραφάς. Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν, ἐκταγῆναι καὶ πόλεις φυγαδευτηρίους, ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον ὅπως δήποτε δύνασθαι διασώζεσθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωϋσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι, λέγων, Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Καὶ μετ̓ ὀλίγα φησὶν, Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ʽὁ ἀναγινώσκων νοείτὠ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη: ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ: ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι τοιαύτην εἶχον τῆς πολιτείας ἀγωγήν: ἃ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει. Καὶ ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὅ δ̓ ἄν ὁ Θεὸς προστάξῃ, τοῦτο ποιεῖν. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος, δἰ ἡμᾶς γενόμενος ἄνθρωπος, κατηξίωσε ζητούμενος ὡς ἡμεῖς κρυβῆναι, καὶ πάλιν διωκόμενος φεύγειν, καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι. Ἔπρεπε γὰρ αὐτὸν, ὡς ἐκ τοῦ πεινῆν καὶ διψῆν, καὶ τοῦτο παθεῖν, οὕτω καὶ ἐκ τούτου δεικνύειν ἑαυτὸν ἐνανθρωπήσαντα. Ἐξ ἀρχῆς μὲν ἅμα τῳ γενέσθαι ἄνθρωπος, ὅτε παιδίον ἦν, αὐτὸς διὰ τοῦ ἀγγέλου ἐνετείλατο τῳ Ἰωσὴφ, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον: μέλλει γὰρ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. Καὶ ἀποθανόντος δὲ Ἡρώδου, φαίνεται δἰ Ἀρχέλαον τὸν υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς τὴν Ναζαρέτ. Ὅτε δὲ λοιπὸν καὶ Θεὸν ἑαυτὸν ἐδείκνυε, καὶ τὴν ξηρὰν χεῖρα πεποίηκεν ὑγιῆ, οἱ μὲν Φαρισαῖοι ἐξελθόντες συμβούλιον ἐποίουν κατ̓ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν: ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, ἀπ̓ ἐκείνης, φησὶ, τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν: ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις: ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου. Εἶτα λέγοντος τοῦ Σωτῆρος, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, οἱ μὲν Ἰουδαῖοι ἔλαβον λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν: ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ: καὶ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο καὶ παρῆγεν οὕτως. Ἆρα ταῦτα βλέποντες, μᾶλλον δὲ κατανοοῦντες, ἐπεὶ μὴ βλέπουσι κατὰ τὸ γεγραμμένον, οὐ θέλουσι γενέσθαι πυρίκαυστοι, ὅτι ἐναντία ὧν ὁ Κύριος ποιεῖ καὶ διδάσκει, βουλεύονται καὶ φθέγγονται; Καὶ γὰρ ὅτε Ἰωάννης μεμαρτύρηκε, καὶ οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ̓ ἰδίαν. Ὁ μὲν οὖν Κύριος ἐποίει ταῦτα, καὶ οὕτως ἐδίδασκεν. Εἵθε δὲ οὗτοι κᾂν οὕτως αἰσχυνθῶσι, καὶ μέχρι τῶν ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ πλέον μανέντες ἐγκαλέσωσι καὶ τῷ Σωτῆρι δειλίαν, ἅπαξ κατ̓ αὐτοῦ βλασφημεῖν μελετήσαντες. Ἀλλ̓ οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται: μᾶλλον δὲ καὶ τὰ εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης ἀναχωρήσεως καὶ φυγῆς εὔλογος καὶ ἀληθής: ἣν ἐπὶ μὲν τοῦ Σωτῆρος οἱ εὐαγγελισταὶ κειμένην ἀπεμνημόνευσαν: δεῖ δὲ ἡμᾶς ἐκ τούτου ἐπὶ πάντων τῶν ἁγίων τὴν αὐτὴν λογίζεσθαι. Ἅ γὰρ ἐπὶ τοῦ Σωτῆρος ἀνθρωπίνως γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀναφέρεσθαι προσήκει. Τὰ γὰρ ἡμῶν ἐκεῖνος ἀνεδέξατο, καὶ τὰ τῆς ἡμετέρας ἀσθενείας πάθη ἐνεδείκνυτο: ἅπερ ὁ Ἰωάννης ἔγραφεν οὕτως: Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλθεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν μητρὶ, Οὔπω ἦλθεν ἡ ὥρα μοῦ: τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ, Ὁ ἐμὸς καιρὸς οὔπω πάρεστι. Πάλιν τε ἐλθόντος τοῦ καιροῦ, ἔλεγε τοῖς μαθηταῖς, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε: ἰδοῦ γὰρ, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν. . . . . Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο: ἀλλὰ καὶ ἔκδοτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν. . . . . Οὕτω καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον: καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν: εὑρισκόμενοι δὲ ἐμαρτύρουν. Τοιαῦτα μὲν οὖν Ἀθανάσιος ἐν τῷ περὶ τῆς φυγῆς ἀπολογητικῷ διεξῆλθεν.