Ancient Greek
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.9
Not analysed yet
Ὡς μετὰ τὴν ἐν Ἀλεξανδρείᾳ τῶν τὸ ὁμοούσιον πρεσβευσάντων σύνοδον Εὐσέβιος εἰς Ἀντιόχειαν ὑποστρέψας, καὶ τοὺς ὁμοδόξους διῃρημένους εὑρὼν διὰ τὴν Παυλίνου χειροτονίαν, καὶ τούτους ἑνῶσαι μὴ δυνηθεὶς, ὑπανεχώρησεν. Εὐσέβιος δὲ ὁ Βρεκέλλων ἐπίσκοπος εὐθὺς μετὰ τὴν σύνοδον ἐκ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν. Εὑρών τε Παυλῖνον μὲν ὑπὸ Λουκίφερος χειροτονηθέντα, τὰ δὲ πλήθη διεστηκότα, —οἱ γὰρ Μελιτίῳ ἀκολουθήσαντες ἰδίᾳ συνήγοντο,—ταραχθεὶς ὅτι τῇ γενομένῃ χειροτονίᾳ μὴ πάντες συνῄνουν, κατέγνω μὲν καθ̓ ἑαυτὸν τοῦ γενομένου, τῇ δὲ πρὸς Λουκίφερα αἰδοῖ σιωπήσας ἀνεχώρησεν, ἐπαγγειλάμενος ἐν συνεδρίῳ ἐπισκόπων τὰ γενόμενα διορθώσασθαι. Καὶ μετὰ ταῦτα πολλὴν σπουδὴν θέμενος ἑνῶσαι τοὺς διεστῶτας οὐκ ἴσχυσεν. Ἔφθασε δὲ Μελίτιος τῆς ἐξορίας ἐπανελθών: καὶ εὑρὼν ἰδίᾳ συναγομένους τοὺς συνελθόντας αὐτῷ, τούτων προΐστατο: ἀλλὰ τῶν μὲν ἐκκλησιῶν ἐκράτει Εὐζώϊος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας. Παυλῖνός τε μίαν τῶν μικρῶν ἔνδον τῆς πόλεως ἐκκλησιῶν εἶχεν, ἧς αὐτὸν Εὐζώϊος αἰδοῖ τῇ πρὸς αὐτὸν οὐκ ἐξέβαλε: Μελίτιος δὲ ἔξω τῶν πυλῶν τῆς πόλεως τὰς συναγωγὰς ἐποιεῖτο. Τότε μὲν δὴ οὕτω τῆς Ἀντιοχείας Εὐσέβιος ἀνεχώρησε. Λούκιφερ δὲ πυθόμενος μὴ δέχεσθαι ὑπὸ Εὐσεβίου τὴν χειροτονίαν αὐτοῦ, ὕβριν ἡγεῖτο, καὶ δεινῶς ἠγανάκτει: διεκρίνετο οὖν κοινωνεῖν Εὐσεβίῳ: καὶ τὰ τῇ συνόδῳ ἀρέσαντα ἀποδοκιμάζειν ἐκ φιλονεικίας ἐβούλετο. Ταῦτα ἐν καιρῷ λύπης λεγόμενα πολλοὺς τῆς ἐκκλησίας ἀπέστησε: καὶ γίνεται πάλιν Λουκιφεριανῶν ἑτέρα αἵρεσις. Ἀλλὰ Λούκιφερ τὴν ὀργὴν ἀποπληρῶσαι οὐκ ἴσχυσεν: ἐδέδετο γὰρ ταῖς ἑαυτοῦ ὁμολογίαις, δἰ ὧν, ἀποστείλας τὸν διάκονον, στέρξειν τὰ ὑπὸ τῆς συνόδου τυπούμενα καθυπέσχετο. Διόπερ αὐτὸς μὲν τὰ τῆς ἐκκλησίας φρονῶν εἰς τὴν Σαρδανίαν ἐπὶ τὸν οἰκεῖον θρόνον ἀπεχώρει: οἱ δὲ πρότερον συλλυπηθέντες αὐτῷ ἔτι καὶ νῦν τῆς ἐκκλησίας χωρίζονται. Εὐσέβιος μέντοι, δίκην ἀγαθοῦ ἰατροῦ, κατὰ τὴν ἀνατολὴν τὰς πορείας ποιούμενος, τοὺς ἠσθενηκότας περὶ τὴν πίστιν ἀνελάμβανε, στοιχειῶν καὶ διδάσκων τὰ ἐκκλησιαστικὰ κηρύγματα. Μεταβὰς δὲ ἐκεῖθεν ἐπί τε Ἰλλυριοὺς παραγίνεται, καὶ Ἰταλίας ἐπιβὰς τὰ αὐτὰ διεπράττετο.