Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.1
Not analysed yet
Ὅτι Ἰοβιανοῦ τελευτήσαντος, Οὐαλεντινιανὸν ἀναγορεύουσιν, ὃς δὴ κοινωνὸν τῆς βασιλείας λαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα: καὶ ὅτι Οὐαλεντινιανὸς μὲν ἦν ὀρθόδοξος, Οὐάλης δὲ Ἀρειανός. Τοῦ δὴ βασιλέως Ἰοβιανοῦ Δαδαστάνοις, ὡς ἔφημεν, τελευτήσαντος τῇ ἑαυτοῦ ὑπατείᾳ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνὸς, οἱ στρατιῶται ἐκ τῆς Γαλατῶν ἑβδομαῖοι εἰς Νίκαιαν τῆς Βιθυνίας ἐλθόντες κοινῇ ψήφῳ Οὐαλεντινιανὸν ἀνακηρύττουσι βασιλέα, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φεβρουαρίου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ: ὅστις Παννόνιος μὲν ἦν τὸ γένος, πόλεως Κιβάλεως: τάξιν δὲ στρατιωτῶν ἐγχειρισάμενος, πολλὴν ἐπεδείξατο τῶν τακτικῶν ἐπιστήμην. Ἦν δὲ καὶ μεγαλόψυχος ὁ ἀνὴρ, καὶ ἀεὶ τῆς παρούσης τύχης μείζων ἐφαίνετο. Ὡς οὖν αὐτὸν ἀνεστήσαντο βασιλέα, εὐθὺς ἐπὶ τὴν Κωνσταντινούπολιν γενόμενος κοινωνὸν τῆς βασιλείας προσλαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα, μετὰ τριάκοντα ἡμέρας τῆς αὐτοῦ ἀνακηρύξεως. Ἀλλ̓ ἄμφω μὲν ἦσαν Χριστιανοὶ, διεφώνουν δὲ περὶ τὴν τοῦ Χριστιανισμοῦ πίστιν: Οὐαλεντινιανὸς μὲν γὰρ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου ἔσεβεν, Οὐάλης δὲ τῷ Ἀρειανῷ δόγματι ἐκ προλήψεως μᾶλλον προσέκειτο. Τὴν δὲ πρόληψιν ἐποιήσατο τὸ ὑπὸ Εὐδοξίου τοῦ προεστῶτος τῆς ἐν Κωνσταντινουπόλει Ἀρειανῆς θρησκείας βεβαπτίσθαι αὐτόν. Καὶ ζῆλον μὲν εἶχον ἄμφω σπουδαῖον περὶ ὃ ἕκαστος ἔσεβε: τῷ δὲ τρόπῳ πολὺ διεστήκεισαν ἀλλήλων γενόμενοι βασιλεῖς. Πρότερον μὲν γὰρ ἐπὶ Ἰουλιανοῦ, ὅτε ὁ μὲν Οὐαλεντινιανὸς χιλίαρχος ἦν, Οὐάλης δὲ ἐν τοῖς οἰκείοις τοῦ βασιλέως ἐστρατεύετο, οἶον εἶχεν ἕκαστος ζῆλον ἐπέδειξαν. Θύειν γὰρ ἀναγκαζόμενοι, τὰς ζώνας τῆς στρατείας μᾶλλον ἀφιέναι ἡροῦντο ἢ ἀφιέναι τὸν Χριστιανισμόν. Ἀλλὰ τότε μὲν Ἰουλιανὸς ὁ βασιλεὺς, χρειώδεις τοὺς ἄνδρας τοῖς δημοσίοις εἰδὼς, οὐδένα τῆς στρατείας ἐκίνει, ὥσπερ οὐδὲ Ἰοβιανὸν τὸν μετ̓ αὐτὸν βασιλεύσαντα. Ὕστερον δὲ βασιλεύσαντες, περὶ μὲν τὴν τῶν δημοσίων πρόνοιαν ἐν ἀρχῇ παραπλήσιοι ἀλλήλοις ὄντες ἐτύγχανον: περὶ δὲ τὸν Χριστιανισμὸν, ὡς ἔφην, διαφωνοῦντες, οὐκέθ̓ ὁμοίῳ τρόπῳ κατὰ τῶν Χριστιανιζόντων ἐκέχρηντο. Οὐαλεντινιανὸς γὰρ τοὺς μὲν οἰκείους συνεκρότει, τοῖς δὲ Ἀρειανίζουσιν οὐδαμῶς ἦν ὀχληρός. Οὐάλης δὲ Ἀρειανοὺς αὐξῆσαι προαιρούμενος, δεινὰ κατὰ τῶν μὴ τοιαῦτα φρονούντων εἰργάσατο, ὡς προϊὼν ὁ τῆς ἱστορίας δηλώσει λόγος. Κατὰ δὴ τὸν χρόνον τόνδε τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας προεστήκει Λιβέριος: ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, τῆς μὲν ὁμοουσίου πίστεως Ἀθανάσιος, τῆς δὲ Ἀρειανιζούσης Λούκιος, ὃν μετὰ Γεώργιον κατέστησαν οἱ Ἀρειανίζοντες. Τῶν δὲ κατὰ τὴν Ἀντιόχειαν Ἀρειανῶν ἡγεῖτο Εὐζώϊος: διῄρηντο δὲ καὶ οἱ τοῦ ὁμοουσίου: τῶν μὲν γὰρ Παυλῖνος, τῶν δὲ Μελίτιος προειστήκεισαν. Τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Κύριλλος αὖθις ἐκράτει. Ἐν δὲ Κωνσταντινουπόλει Εὐδόξιος μὲν τῶν ἐκκλησιῶν ἐκράτει, τὴν Ἀρείου δόξαν διδάσκων: οἱ δὲ τοῦ ὁμοουσίου φρονήματος ἐν μικρῷ οἰκίσκῳ τὰς συναγωγὰς ἐποιοῦντο ἔνδον τῆς πόλεως. Τῆς δὲ Μακεδονιανῆς θρησκείας ἔτι κατὰ τὰς πόλεις ἐκράτουν τῶν εὐκτηρίων οἴκων οἱ ἐν Σελευκείᾳ διακριθέντες τοῖς περὶ Ἀκάκιον. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ τῶν ἐκκλησιῶν ἦν.