Ancient Greek · ~5 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.13
Not analysed yet
Ὅπως Εὐνόμιος Εὐδοξίου κεχώριστο διὰ τὸ προσκεῖσθαι αὐτὸν Ἀετίῳ, καὶ ὅτι σπουδῇ Εὐδοξίου ταραχῆς ἐν Ἀλεξανδρείᾳ γενομένης, Ἀθανάσιος πάλιν φεύγει: καὶ ὅτι τοῦ λαοῦ διὰ τοῦτο στασιάσαντος, ὁ βασιλεὺς δείσας, διὰ γραμμάτων τε τοὺς ἐν Ἀλεξανδρείᾳ παρακαλέσας, αὖθις τὸν Ἀθανάσιον κρατεῖν ἀδεῶς τὴν ἐκκλησίαν ἐκέλευσε. Περὶ δὲ τούσδε τοὺς χρόνους Εὐνόμιος Εὐδοξίου χωρισθεὶς κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσατο, ὅτι πολλάκις αὐτοῦ παρακαλοῦντος δεχθῆναι τὸν καθηγητὴν ἑαυτοῦ Ἀέτιον, Εὐδόξιος οὐχ ὑπήκουσε. Τοῦτο δὲ οὐχ ἑκὼν ἐποίησεν: οὐ γὰρ τὴν Ἀετίου δόξαν ἠθέτει, τὴν αὐτὴν οὖσαν τῇ ἑαυτοῦ: ἀλλ̓ ὅτι πάντες οἱ ὁμόφρονες ὡς ἑτερόδοξον περιΐσταντο: αὕτη ἡ αἰτία τοῦ Εὐδοξίου τὸν Εὐνόμιον χωρισθῆναι πεποίηκε. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τοῦτον τὸν τρόπον ἐγένετο: κατὰ δὲ τὴν Ἀλεξάνδρειαν πρόσταγμα ἐπάρχων σπουδῇ Εὐδοξίου πεμφθὲν τὴν ἐκκλησίαν ἐτάραξεν. Ἀθανάσιος δὲ τὴν ἐκ τοῦ πλήθους ἄλογον ὁρμὴν ὑφορώμενος, δεδοικώς τε μὴ τῶν γενησομένων ἀτόπων αὐτὸς τὴν αἰτίαν λάβῃ, τέσσαρας ὅλους μῆνας ἐν μνημείῳ πατρῴῳ ἀπέκρυπτεν ἑαυτόν. Ἐπειδὴ δὲ διὰ τὴν αὐτοῦ ἀπουσίαν ὁ λαὸς πόθῳ τῷ πρὸς αὐτὸν ἐστασίαζε, μαθὼν ὁ βασιλεὺς στυγνάζειν διὰ τοῦτο τὴν Ἀλεξάνδρειαν, διὰ γραμμάτων ἐσήμανεν, ἀδεῶς κρατεῖν τῶν ἐκκλησιῶν Ἀθανάσιον. Καὶ τοῦτ̓ ἦν αἴτιον τοῦ μὴ ταραχθῆναι τὴν Ἀλεξανδρέων ἐκκλησίαν, ἕως τῆς Ἀθανασίου τελευτῆς. Ὅτι μὲν οὖν μετὰ τὴν τελευτὴν αὐτοῦ, πάλιν οἱ τοῦ Ἀρειανοῦ μέρους τῶν ἐκκλησιῶν ἐκράτησαν, μικρῷ ὕστερον λέξομεν.