Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.14
Not analysed yet
Ὡς Εὐδοξίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, οἱ μὲν Ἀρειανοὶ Δημόφιλον, οἱ ὀρθόδοξοι δὲ Εὐάγριον, δἰ Εὐσταθίου τοῦ Ἀντιοχείας ἐχειροτόνησαν. Τοιγαροῦν ὁ βασιλεὺς Οὐάλης, πάλιν ἐπὶ τὴν Ἀντιόχειαν σπεύδων, ἀπῇρεν ἀπὸ τῆς Κωνσταντινουπόλεως: καὶ γενόμενος ἐν Νικομηδείᾳ πόλει τῆς Βιθυνίας, ἐπεσχέθη κατ̓ αὐτὴν δἰ αἰτίαν τοιαύτην. Εὐδόξιος οὗτος ὁ τῆς Ἀρειανῆς ἐκκλησίας ἐπίσκοπος εὐθὺς μετὰ τὴν τοῦ βασιλέως ἔξοδον τέλει τοῦ βίου ἐχρήσατο, ἐν ὑπατείᾳ Οὐαλεντινιανοῦ τὸ τρίτον καὶ Οὐάλεντος τὸ τρίτον, δεκάενα ἐνιαυτοὺς τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον κατεσχηκώς. Διὸ οἱ Ἀρειανοὶ εἰς τὸν τόπον αὐτοῦ καθιστῶσι Δημόφιλον: καιροῦ δὲ νομίσαντες δεδράχθαι οἱ τοῦ ὁμοουσίου τῆς ἑαυτῶν πίστεως Εὐάγριόν τινα προεβάλλοντο: καὶ χειροτονεῖ τοῦτον Εὐστάθιος, ὁ πάλαι ποτὲ ἐπίσκοπος Ἀντιοχείας γεγονώς. Ὃς πρότερον μὲν ὑπὸ Ἰοβιανοῦ τῆς ἐξορίας ἀνακέκλητο, τότε δὲ παρῆν εἰς τὴν Κωνσταντινούπολιν, σκοπῷ τοῦ στηρίξαι τοὺς τῆς ὁμοουσίου πίστεως: καὶ κατ̓ αὐτὴν λανθάνων διέτριβεν.