Ancient Greek · ~51 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.23.1
Not analysed yet
Κατάλογος τῶν ἐν τῇ ἐρήμῳ ἁγίων μοναχῶν. Ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτῳ μοναστηρίων μνήμην ἐποιησάμην, οὐδὲν κωλύει περὶ αὐτῶν βραχέα διεξελθεῖν. Τὰ ἐν Αἰγύπτῳ ἀσκητήρια ἴσως μὲν ἐκ μακρῶν τῶν χρόνων ἔλαβε τὴν ἀρχήν: ἐπλατύνθη μέντοι καὶ ἐπὶ μεῖζον προέκοψεν ἐξ ἀνδρὸς θεοφιλοῦς, ᾧ ὄνομα ἦν Ἀμμοῦν. Οὗτος νέος ὢν παρῃτεῖτο τὸν γάμον: ὡς δέ τινες τῶν προσηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ γυναῖκα ἄγεσθαι, πείθεται μὲν καὶ ἔρχεται ἐπὶ γάμον. Εὐθὺς δὲ ἀπὸ τῆς παστάδος παραλαβὼν τὴν παρθένον, καὶ ἀγαγὼν ἐπὶ τὸν κοιτῶνα μετὰ τῆς εἰωθυίας πομπῆς, τέλος ἀναχωρησάντων τῶν ἐπιτηδείων, αὐτὸς βιβλίον λαβὼν ἀποστολικὸν, τὴν πρὸς Κορινθίους Παύλου ἐπιστολὴν ἀνεγίνωσκε, καὶ πρὸς τὴν γαμετὴν τὰ τοῦ ἀποστόλου πρὸς τοὺς γεγαμηκότας παραγγέλματα διεξήρχετο. Πολλὰ δὲ καὶ ἔξωθεν αὐτὸς προστιθεὶς ἐδίδασκεν, ὅσα ὁ γάμος ἔχει φορτικὰ, ὅπως τε ἐπώδυνος ἡ μεταξὺ ἀνδρὸς καὶ γυναικὸς συμβίωσις, καὶ οἷαι ὠδῖνες τὴν κυοφοροῦσαν ἐκδέχονται: καὶ τὰ ἐκ τῆς παιδοτροφίας προσετίθει μοχθηρά. Ἐπῆγε δὲ τὰ ἐκ τῆς ἁγνείας χρηστὰ, καὶ ὅπως ὁ καθαρὸς βίος ἐστὶν ἐλεύθερος καὶ ἀμόλυντος καὶ παντὸς ῥύπου ἐκτός: καὶ ὅτι ἡ παρθενία παρὰ Θεὸν εἶναι ποιεῖ. Ταῦτα καὶ πολλὰ τοιαῦτα πρὸς τὴν γαμετὴν παρθένον οὖσαν διεξελθὼν, πείθει αὐτὴν σὺν αὐτῷ πρὸ τοῦ συνελθεῖν ἀποτάξασθαι τῷ βίῳ τῷ κοσμικῷ. Καὶ ταύτας ἄμφω τὰς συνθήκας θέμενοι, ἐπὶ τὸ ὄρος τῆς καλουμένης Νιτρίας χωροῦσιν: ἐκεῖ τε βραχὺν χρόνον καλύβῃ διάγοντες ἀσκητήριον εἶχον κοινὸν, οὐκ ἔχοντες διάκρισιν θηλείας τε καὶ ἄρρενος: ἀλλὰ ὄντες ἓν, κατὰ τὸν ἀπόστολον, ἐν Χριστῷ. Οὐ πολλοῦ δὲ παραδραμόντος καιροῦ, ἡ νεόνυμφος καὶ ἀμόλυντος τοιάδε πρὸς τὸν Ἀμμοῦν ἔλεξεν: Οὐ πρέπον, ἔφη, ἀσκοῦντί σοι σωφροσύνην, ὁρᾷν ἐν τοσούτῳ οἰκήματι θήλειαν: διὸ εἰ δοκεῖ, ἕκαστος ἰδίᾳ τὴν ἄσκησιν ποιησώμεθα. Αὗται πάλιν αἱ συνθῆκαι ἤρεσκον ἀμφοτέροις: καὶ χωρισθέντες ἀπ̓ ἀπ̓ ἀλλήλων, οὕτως τὸ λοιπὸν τοῦ βίου διήνυσαν, ἀπεχόμενοι οἴνου τε καὶ ἐλαίου, μόνον τε ξηρὸν ἄρτον, καὶ αὐτὸν ποτὲ μὲν ὑπὲρ μίαν ἡμέραν, ποτὲ δὲ ὑπὲρ δύο, ἔστι δὲ καὶ ὑπὲρ πλείους ἐσθίοντες. Τούτου τοῦ Ἀμμοῦν τὴν ψυχὴν μετὰ θάνατον ἀναλαμβανομένην ὑπὸ ἀγγέλων ὁ κατ̓ αὐτὸν βιώσας Ἀντώνιος ἐθεάσατο, ὥς φησιν ἐν τῷ βίῳ αὐτοῦ ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος. Ἐζήλωσαν οὖν τὸν βίον τοῦ Ἀμμοῦν πάνυ πολλοί: καὶ κατὰ μέρος ἐπληρώθη τὸ τῆς Νιτρίας ὄρος, καὶ τὸ τῆς Σκίτεως, ἐκ τοῦ πλήθους τῶν μοναχῶν. Ὧν πάντων τὸν βίον συγγράφειν ἰδίας ἔργον ἐστὶν ὑποθέσεως: ἐπεὶ δὲ ἐγένοντο ἐν αὐτοῖς ἄνδρες θεοφιλεῖς, καὶ ἐν τῇ ἀσκήσει διαπρέψαντες, καὶ ἀποστολικὸν βίον βιώσαντες, χρειώδη τέ τινα καὶ ἄξια τοῦ ἀπομνημονεύεσθαι ἐποίησάν τε καὶ ἔλεξαν, χρήσιμον οἶμαι ἐκ πολλῶν ὀλίγα ἐγκαταμίξαι τῇ ἱστορίᾳ πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων. Λέγεται τοίνυν Ἀμμοῦν οὗτος γυμνὸν ἑαυτὸν μὴ ἑωρακέναι ποτέ: λέγων ἀπρεπὲς εἷναι τῷ μοναχῷ καὶ τὸ ἑαυτοῦ σῶμα γυμνὸν θεωρεῖν. Καί ποτε διαβῆναι ποταμὸν βουλόμενος, ὤκνει ἀποδύσασθαι: ηὔξατό τε τῷ Θεῷ, γενέσθαι αὐτῷ τὴν διάβασιν μὴ ἐγκοπτομένῳ τὴν πρόθεσιν: καὶ ἄγγελος μετέθηκεν αὐτὸν εἰς τὸ πέραν τοῦ ποταμοῦ. Δίδυμος ἄλλος: οὗτος μοναχὸς ἐνενήκοντα ἔτη βιοὺς οὐδενὶ ἀνθρώπων συνέμεινεν ἄχρι τῆς τελευτῆς. Ἀρσήνιος ἄλλος τοὺς τῶν νέων πταίσαντας οὐκ ἀφώριζεν, ἀλλὰ τοὺς προκόψαντας: λέγων ὅτι ὁ νέος ἀφορισθεὶς καταφρονητὴς γίνεται, ὁ δὲ προκόψας τῆς ἐκ τοῦ ἀφορισμοῦ ὀδύνης ταχεῖαν λαμβάνει τὴν αἴσθησιν. Πίωρ περιπατῶν ἤσθιεν: πυθομένου δέ τινος, Διὰ τί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ̓ ὡς παρέργῳ. Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα ἀπεκρίνατο: Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή. Ἰσίδωρος ἔλεγε τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ̓ οὗ αἰσθάνεσθαι μὲν τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέ ποτε δὲ συγκατατίθεσθαι μήτε ἐπιθυμίᾳ μήτε θυμῷ. Παμβὼς δὲ ἀγράμματος ὢν προσῆλθέ τινι ἐπὶ τῷ διδαχθῆναι ψαλμόν: ἀκούσας δὲ τὸν πρῶτον στίχον τοῦ λη ψαλμοῦ τοῦ λέγοντος, Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, δευτέρου ἀκοῦσαι μὴ ἀνεχόμενος ἀνεχώρησεν: ἀρκεῖσθαι φήσας τούτῳ τῷ ἑνὶ στίχῳ, ἐὰν δυνηθῶ ἔργῳ αὐτὸν ἐκμαθεῖν. Ἐγκαλέσαντος δὲ τοῦ παραδεδωκότος τὸν στίχον, διὰ τί ἑξαμηνιαίου παραδραμόντος χρόνου μὴ ἑωράκει αὐτὸν, ἀπεκρίνατο, Ὅτι τοῦ ψαλμοῦ τὸν στίχον οὔπω τῷ ἔργῳ ἐξέμαθον. Μετὰ ταῦτα δὲ πολλοὺς ἐπιβιοὺς χρόνους, πρός τινα τῶν γνωρίμων ἐρωτήσαντα εἰ τὸν στίχον ἐξέμαθεν, Ἐν ὅλοις, ἔφη, ἐννεακαίδεκα ἔτεσι μόλις αὐτὸν πράττειν ἐξέμαθον. Ὁ αὐτὸς, δεδωκότος τινος χρυσίον εἰς διατροφὴν τῶν πτωχῶν, καὶ εἰπόντος, Ἀρίθμησον ὃ δέδωκα, ἔφη, ἀριθμοῦ οὐ χρῄζειν, ἀλλ̓ ὑγιοῦς διαθέσεως. Οὗτος ὁ Παμβὼς, Ἀθανασίου τοῦ ἐπισκόπου παρακαλέσαντος, κατῆλθεν ἐκ τῆς ἐρήμου εἰς τὴν Ἀλεξάνδρειαν. Ἰδὼν δὲ ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο: τῶν δὲ παρόντων πυθομένων διὰ τί ἐδάκρυσε, Δύο, ἔφη, ἐκίνησεν: ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια: ἕτερον δὲ, ὅτι ἐγὼ οὐ τηλικαύτην ἔχω σπουδὴν πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσην αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς. Ἄλλος δέ τις ἔλεγεν, ὅτι ὁ μοναχὸς εἰ μὴ ἐργάζοιτο, ἐπίσης τῷ πλεονέκτῃ κρίνεται. Πιτ̣̔?ʼροῦς πολλά τινα φυσικὰ θεωρήματα ἠπίστατο: καὶ συνεχῶς ἄλλοτε ἄλλα πρὸς τοὺς ἐντυγχάνοντας ἔλεγεν: καθ̓ ἕκαστον δὲ τῶν θεωρημάτων ηὔχετο. Ἐγένοντο δὲ ἐν τοῖς μοναχοῖς κατ̓ ἐκεῖνον τὸν χρόνον δύο ἄνδρες θεοφιλεῖς ὁμώνυμοι ἑαυτοῖς, ἑκατέρῳ γὰρ αὐτῶν ὄνομα ἦν Μακάριος. Ὧν ὁ μὲν ἐκ τῆς ἄνω Αἰγύπτου ἦν, ὁ δὲ ἐκ τῆς Ἀλεξανδρέων πόλεως: ἀμφότεροι δὲ πολλῶν ἕνεκεν γεγόνασι περιβόητοι, δἰ ἄσκησιν, διὰ βίον, διὰ τὰ ἐν χερσὶν αὐτῶν γενόμενα θαύματα. Ὁ μὲν οὖν Αἰγύπτιος Μακάριος τοσαύτας θεραπείας ποιησάμενος, καὶ τοσούτους τῶν δαιμονώντων ἐξήλασε δαίμονας, ὡς ἰδίας δεῖσθαι συγγραφῆς, ὧν χάριτι Θεοῦ διεπράξατο: ἦν δὲ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός. Ὁ δὲ Ἀλεξανδρεὺς Μακάριος, κατὰ πάντα παραπλήσιος ὢν τῷ Αἰγυπτίῳ, ἐν τούτῳ διήλλασσεν, ὅτι πρὸς τοὺς ἐντυγχάνοντας ἱλαρός τε ἦν, καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγεν πρὸς ἄσκησιν. Τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δἰ ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν: ὃς ἐν τῇ Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ Ναζιανζηνοῦ εἰς τὴν τοῦ διακόνου προχειρισθεὶς τάξιν, εἶτα ἅμα αὐτῷ εἰς τὴν Αἴγυπτον κατελθὼν, καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι, τὸν ἐκείνων βίον ἐζήλωσε. Καὶ τοσαῦτα τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ γέγονεν, ὅσα καὶ ἐν ταῖς τῶν αὐτοῦ καθηγητῶν. Τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται: ὧν τὸ μὲν, Μοναχὸς, ἢ περὶ πρακτικῆς, ἐπιγέγραπται: τὸ δὲ, Γνωστικὸς, ἢ πρὸς τὸν καταξιωθέντα γνώσεως, κεφάλαια δὲ αὐτοῦ πεντήκοντα: τὸ δὲ, Ἀντιρρητικὸς ἀπὸ τῶν θείων γραφῶν πρὸς τοὺς πειράζοντας δαίμονας, ἐν ὀκτὼ διῃρημένον μέρεσι κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ ἑξακόσια προγνωστικὰ προβλήματα: ἔτι μὴν καὶ στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν τοῖς κοινοβίοις ἢ ἐν συνοδίαις μοναχοὺς, καὶ ἓν πρὸς τὴν παρθένον: ἅτινα ὅπως ἐστὶ θαυμαστὰ, οἱ ἐντυγχάνοντες εἴσονται. Εὔκαιρον δὲ, ὡς ἡγοῦμαι, μικρὰ τῶν αὐτῷ μνημονευθέντων περὶ τῶν μοναχῶν τούτοις συνάψαι: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ἀναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, καὶ πρὸς αὐτὰς κατορθοῦσθαι: πολλὰ γάρ ἐστιν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς. Ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δὲ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας: Οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφησεν, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέν τις τῶν τότε σοφῶν, καὶ, Πῶς δαικαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Τὸ ἐμὸν βιβλίον, ἕφη ὁ Ἀντώνιος, ὦ φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστι: καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. Ἠρώτησέ με τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ Αἰγύπτιος γέρων Μακάριος, Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος, καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, Διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. Παρέβαλλον κατ̓ αὐτὴν τὴν σταθηρὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ᾔτουν ὕδωρ πιεῖν. Ὁ δέ φησιν, Ἀρκέσθητι τῇ σκιᾷ: πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν, ἢ καὶ πλέοντες, καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος, Θάρσει, φησὶν, ὦ τέκνον: ἐν ὅλοις εἴκοσιν ἔτεσιν, οὔτε ἄρτου οὔτε ὕδατος οὔτε ὕπνου κόρον εἴληφα. Τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ: τοῖς τοίχοις δὲ ἐμαυτὸν παρανακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. Ἐμηνύθη τινι τῶν μοναχῶν θάνατος τοῦ πατρός: ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, Παῦσαι, φησὶ, βλασφημῶν: ὁ γὰρ ἐμὸς Πατὴρ ἀθάνατός ἐστιν. Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον: καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα: Αὐτὸν γὰρ, φησὶ, τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. Ἔστι δέ τις περὶ τὴν Ἀλεξάνδρειαν νῆσος κατ̓ αὐτὸ τὸ βόρειον πέραν τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας: προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς Παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος, ὅστις ἀπεφῄνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δἰ αἰτίας πέντε, διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος, δἰ ἀνάγκην, διὰ ἔργον χειρῶν. Ὁ δὲ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετὴν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς: καὶ γὰρ καὶ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν, ἐστὶ, ταῖς δὲ δἰ ὦν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέφυκεν. Ἄλλος δέ τις τῶν μοναχῶν, Διὰ τοῦτο περιαιρῶ τὰς ἡδονὰς, εἶπεν, ἴνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις: οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δὲ αὐτὸς, Οὐκ οἶδα, φησὶν, εἰς ταὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. Ταῦτα μὲν ὁ Εὐάγριος ἐν τῷ ἐπιγραφομένῳ αὐτοῦ Πρακτικῷ κατὰ λέξιν ἀπεμνημόνευσεν: ἐν δὲ τῷ Γνωστικῷ αὐτοῦ τοιαῦτά φησι: Τέσσαρας ἀρετὰς, καὶ τὰς θεωρίας αὐτῶν, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι: φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην. Καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι, τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων: τούτους γὰρ ὑπὸ τῆς σοφίας δηλοῦσθαι παραδέδωκεν: ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα: τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι: δικαιοσύνης δὲ πάλιν, τὸ κατ̓ ἀξίαν ἑκάστου λόγον ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δἰ αἰνιγμάτων σημαίνουσαν, τινα δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων. Τῆς ἀληθείας στύλος ὁ Καππαδόκης Βασίλειος, Τὴν μὲν ἀπ̓ ἀνθρώπων, φησὶν, ἐπισυμβαίνουσαν γνῶσιν προσεχὴς μελέτη καὶ γυμνασία κρείσσονα ποιεῖ: τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος. Καὶ τὴν μὲν προτέραν δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι: τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοὶ, οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι. Τῶν Αἰγυπτίων ὁ ἄγιος φωστὴρ Ἀθανάσιος, Τὴν τράπεζαν, φησὶ, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται: γινωσκέτωσαν οἱ γνωστικοὶ, τίς ὁ πνέων ἐστὶ κατ̓ αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίας τοὺς προσιόντας τρεφέτωσαν. Ἔλεγε δὲ ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁ νοῦς μὲν πεποκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται: ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει: πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι: ἅπαντες γὰρ σχεδὸν ἐν τούτοις προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ κατὰ τὸν κόσμον εὑρήσεις: τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσι. Τοσαῦτα μὲν ἐκ τῶν Εὐαγρίου ἐνταῦθα παρεθέμεθα. Ἐγένετο δὲ καὶ ἄλλος ἀνὴρ θαυμάσιος ἐν τοῖς μοναχοῖς, ᾧ ὄνομα Ἀμμώνιος, ὅστις οὕτως ἦν ἀπερίεργος, ὥστε ἐν τῇ Ῥώμῃ ἅμα Ἀθανασίῳ γενόμενος μηδὲν ἑλέσθαι ἱστορῆσαι τῶν ἔργων τῆς πόλεως, μόνον δὲ ἰδεῖν τὸ Πέτρου καὶ Παύλου μαρτύριον. Οὗτος ὁ Ἀμμώνιος εἰς ἐπισκοπὴν ἑλκόμενος καὶ διαφυγὼν, τὸ δεξιὸν οὖς αὐτοῦ ἐξέκοψεν, ὅπως ἂν τῷ ἀσχήμῳ τοῦ σώματος τὴν χειροτονίαν ἐκφύγῃ. Ἐπειδὴ δὲ χρόνῳ ὕστερον καὶ Εὐάγριος ὑπὸ Θεοφίλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας πρὸς ἐπισκοπὴν συλληφθεὶς ἀπέφυγεν, οὐδὲν ἀκρωτηριάσας τοῦ σώματος, περιτυχὼν τῷ Ἀμμωνίῳ χαριεντιζόμενος ἔλεγεν, ὡς κακῶς εἴη πράξας ἐκκόψας τὴν ἀκοήν: καὶ ἔνοχος εἶναι Θεοῦ τοῦτο ποίησας. Ὁ δὲ Ἀμμώνιος πρὸς αὐτὸν, Ἀλλὰ σὺ, ἔφη, Εὐάγριε, οὐκ οἴει δώσειν δίκην τὴν γλῶσσαν ἀποτεμὼν, διὰ φιλαυτίαν τῇ δοθείσῃ χάριτι μὴ χρησάμενος; Ἐγένοντο μὲν οὖν κατὰ τὸν αὐτὸν χρόνον ἐν τοῖς μοναστηρίοις καὶ ἄλλοι πλεῖστοι ἄνδρες θαυμαστοὶ καὶ θεοφιλεῖς, ὧν ἐν τῇ προκειμένῃ συγγραφῇ μνημονεύειν μακρὸν ἂν εἴη: ἄλλως τε καὶ ἐκβαίνειν τοῦ προκειμένου ἀνάγκη, εἰ βουλοίμεθα καθ̓ ἕκαστον τῶν ἀνδρῶν τοὺς βίους, καὶ ὅσα ἐποίησαν θαύματα διὰ τὴν προσοῦσαν αὐτοῖς ἁγιότητα, λέγειν. Εἰ δέ τις βούλοιτο τὰ περὶ αὐτῶν μανθάνειν, ὧν τε ἐποίησαν, ὧν τε ἔπραξαν, καὶ ὧν πρὸς ὠφέλειαν τῶν ἀκουσάντων ἐφθέγξαντο, ὅπως τε αὐτοῖς τὰ θηρία ὑπήκουον, πεπόνηται Παλλαδίῳ τῷ μοναχῷ ἴδιον μονόβιβλον: ὃς Εὐαγρίου μὲν ἦν μαθητὴς, πάντα δὲ ἀκριβῶς περὶ αὐτῶν διεξῆλθεν: ἐν ᾧ καὶ γυναικῶν ἐφάμιλλον τοῖς προειρημένοις ἀνδράσιν ἐπανελομένων βίον μνήμην πεποίηται. Εὐάγριος μὲν οὖν καὶ Παλλάδιος μικρὸν ὕστερον μετὰ τὴν Οὐάλεντος τελευτὴν ἤνθησαν. Ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν.