Ancient Greek · ~5 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.22
Not analysed yet
Ὅτι πολλῶν κακῶν γενομένων εἰς τὸν Λουκίου ἐνθρονισμὸν, Σαβῖνος ὁ Μακεδονιανὸς οὐδενὸς ἐμνημόνευσε: Πέτρος δὲ συγγράφων ἐμνήσθη, ὃς καὶ διαφυγὼν πρὸς Δάμασον τὸν Ῥώμης ἀπεσώθη: οἱ δὲ Ἀρειανοὶ καὶ Λούκιος πολλὰ κακὰ τοῖς ἐν ἐρήμῳ ἁγίοις μονάζουσιν ἐνεδείξαντο. Οἷα μὲν οὖν κακὰ ἐπὶ τῆς εἰσόδου Λουκίου γεγένηται, ἢ ὅσα κατὰ τῶν ἐξωθηθέντων ἔν τε δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπράχθη, ὅπως τε οἱ μὲν βασάνοις ποικίλαις ὑπεβλήθησαν, οἱ δὲ καὶ μετὰ τὰς βασάνους ἐξωρίσθησαν, Σαβῖνος μὲν οὐδ̓ ἡντιναοῦν πεποίηται μνήμην: Ἀρειανίζων γὰρ τὸ ἥμισυ, κρύπτει τὰ τῶν φίλων ἀδικήματα. Πέτρος δέ τοι γράμμασιν οἰκείοις, ἃ μετὰ τὴν ἐκ τῶν δεσμῶν φυγὴν ταῖς πανταχοῦ ἐκκλησίαις διεπέμψατο, φανερὰ τοῖς πᾶσι κατέστησεν. Οὗτος μὲν οὖν διαδράσαι τῆς εἱρκτῆς ἰσχύσας, πρὸς Δάμασον τὸν ἐπίσκοπον Ῥώμης ἀνέδραμε. Πάλιν δὲ οἱ Ἀρειανοὶ, καὶ ὀλίγοι τυγχάνοντες, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησιῶν ὅμως ἐκράτησαν. Οὐ πολὺς δὲ ἐν μέσῳ χρόνος ἐγίνετο, καὶ βασιλέως ἐκέλευε πρόσταγμα, τῆς τε Ἀλεξανδρείας καὶ πανταχόθεν τῆς Αἰγύπτου ἐλαύνεσθαι τοὺς φρονοῦντας τὸ ὁμοούσιον. Ἐπετέτακτο δὲ καὶ ὁ ἄρχων σὺν πολλῷ πλήθει στρατιωτῶν διώκειν πανταχόθεν ὅσους ἐκέλευσε Λούκιος. Ἔσκυλαν δὲ τηνικαῦτα καὶ ἐτάραξαν καὶ δεινῶς κατεπολέμησαν τὰ ἐν τῇ ἐρήμῳ μοναστήρια: ἐπελθόντες γὰρ ἔνοπλοι γυμνοῖς ἀνδράσι καὶ οὐδὲ τὴν χεῖρα αὐτὴν ἐκτείνειν πρὸς πληγὴν αἱρουμένοις, οὕτως ἐλεεινῶς ἐξεπόρθησαν, ὡς εἶναι λόγου κρείσσονα τὰ κατ̓ αὐτῶν πάθη γενόμενα.