Ancient Greek · ~9 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.25
Not analysed yet
Περὶ Διδύμου τοῦ τυφλοῦ. ʽΥπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἕτερον ἄνδρα πιστὸν ἀνέδειξεν ὁ Θεὸς, δἰ αὐτοῦ μαρτυρηθῆναι δικαιώσας τὴν πίστιν. Δίδυμος γὰρ, ἀνὴρ θαυμαστὸς καὶ ἐλλόγιμος, κατὰ τὸν αὐτὸν ἤνθησε χρόνον, πάσῃ διαπρέψας παιδεύσει: οὗτος κομιδῇ νέος ὢν, καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα μαθὼν, τῷ τῆς ὀφθαλμίας περιέπεσε πάθει, καὶ κακῶς διατεθεὶς τὸ ὁρατικὸν ἀπέβαλεν. Ὁ Θεὸς δὲ αὐτῷ ἀντὶ τῶν αἰσθητῶν ὀφθαλμῶν παρέσχε τοὺς νοητούς: ἃ γὰρ δἰ ὀφθαλμῶν παιδευθῆναι οὐκ ἴσχυσε, ταῦτα δἰ ἀκοῆς ἐξεμάνθανε. Ἐκ παιδὸς γὰρ ὢν εὐφυὴς, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐνίκα τοὺς εὐφυεῖς καὶ ὀξύτατα βλέποντας: γραμματικῆς τε γὰρ τοὺς κανόνας ῥαδίως κατώρθου, καὶ ῥητορικῆς πάλιν θᾶττον ἐλάμβανεν. Ἐλθὼν δὲ ἐπὶ τὰ φιλόσοφα θαυμαστῶς πως καὶ τὴν διαλεκτικὴν ἐξέμαθε, καὶ ἀριθμητικήν τε καὶ μουσικὴν, καὶ τὰ ἄλλα τῶν φιλοσόφων μαθήματα ἐν τῇ ψυχῇ κατέθετο, ὡς προθύμως αὐτὸν ἀπαντᾷν πρὸς τοὺς ταῦτα δἰ ὀφθαλμῶν κατορθώσαντας. Οὐ μὴν ἀλλὰ καὶ τὰ θεῖα λόγια παλαιᾶς καὶ καινῆς Διαθήκης οὕτως ἀκριβῶς ἐγνώκει, ὥστε πολλὰ μὲν ἐκδοῦναι βιβλία: ὑπαγορεῦσαι δὲ καὶ τὰ περὶ Τριάδος τρία βιβλία: ἑρμηνεῦσαι δὲ καὶ τὰ περὶ Ἀρχῶν̓ Ὠριγένους, ὑπομνήματά τε ἐκδοὺς εἰς αὐτὰ, δἰ ὧν συνίστησιν ὡς εἴη ἄριστα γεγραμμένα, καὶ μάτην ἐρεσχελοῦσιν οἱ κακηγορεῖν τὸν ἄνδρα καὶ τὰ βιβλία διασύρειν σπουδάζοντες: μηδὲ γὰρ αὐτοὺς δύνασθαι, φησὶν, ἑλεῖν τὴν τοῦ ἀνδρὸς σύνεσιν. Εἴ τις οὖν τὴν πολυμαθίαν καὶ τὸ διάπυρον τῆς ψυχῆς Διδύμου γνῶναι προῄρηται, ἐντυχὼν τοῖς πεπονημένοις αὐτῷ βιβλίοις μαθήσεται. Τούτῳ λέγεται καὶ Ἀντώνιον ἤδη πρότερον κατὰ τὸν Οὐάλεντος χρόνον, ὅτε διὰ τοὺς Ἀρειανοὺς ἐν τῇ Ἀλεξανδρείᾳ ἐκ τῆς ἐρήμου κατῆλθεν, ἐντυχεῖν τῷ Διδύμῳ, καὶ μαθόντα τὴν τοῦ ἀνδρὸς σύνεσιν εἰπεῖν πρὸς αὐτόν: Μηδὲν, ὦ Δίδυμε, ταραττέτω σε ἡ τῶν αἰσθητῶν ὀφθαλμῶν ἀποβολή: τοιοῦτοι γάρ σοι λείπουσιν ὀφθαλμοὶ, οἶς καὶ μυῖαι καὶ κώνωπες βλέψαι ἰσχύουσιν: χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς, οἶς καὶ ἄγγελοι βλέπουσι, δἰ ὧν καὶ ὁ Θεὸς θεωρεῖται, καὶ τὸ αὐτοῦ φῶς καταλαμβάνεται. Ταῦτα μὲν ἤδη πρότερον παρὰ τοῦ θεοφιλοῦς Ἀντωνίου πρὸς Δίδυμον εἴρητο: τότε δὲ μέγιστος συνήγορος τῆς οἰκείας πίστεως ἐφαίνετο Δίδυμος, πρὸς τοὺς Ἀρειανοὺς ἀπαντῶν, καὶ τὰ σοφίσματα ἀναλύων αὐτῶν, καὶ τοὺς κιβδήλους καὶ δολεροὺς αὐτῶν λόγους ἐξελέγχων.