Ancient Greek · ~19 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.26.1
Not analysed yet
Περὶ Βασιλείου Καισαρείας, καὶ Γρηγορίου Ναζιανζοῦ. Ἀλλὰ Δίδυμον μὲν τοῖς ἐν Ἀλεξανδρείᾳ Ἀρειανίζουσιν ἡ τοῦ Θεοῦ ἀντέταξε πρόνοια: ἐν δὲ ταῖς ἄλλαις πόλεσιν, Βασίλειόν τε τὸν Καισαρέα καὶ Γρηγόριον τὸν Ναζιανζηνόν: περὶ ὧν βραχέα εἰπεῖν εὔκαιρον ἡγοῦμαι. Ἤρκει μὲν γὰρ ἡ παρὰ πᾶσι σωζομένη τῶν ἀνδρῶν μνήμη, καὶ ἡ ἐκ τῶν γεγραμμένων αὐτοῖς βιβλίων μάθησις, παραθέσθαι τὴν ἑκατέρου εὔκλειαν: ἐπεὶ δὲ κατ̓ ἐκεῖνο καιροῦ τὰ πολλὰ ταῖς ἐκκλησίαις αὐτοὶ συνεβάλλοντο, καὶ ὡς ἐμπύρευμα τῆς πίστεως ἐφυλάχθησαν, ἀπαιτεῖ ἡ ὑπόθεσις μάλιστα τούτων μνήμην ποιήσασθαι. Βασιλείου τοίνυν καὶ Γρηγορίου εἴ τις βούλοιτο σύγκρισιν ποιήσασθαι, διεξιέναι τε τὸν ἑκάστου βίον καὶ τρόπον, καὶ τὰς προσούσας αὐτοῖς ἀρετὰς, ἀμφιβάλλοι ἂν ἕτερον τοῦ ἑτέρου προκρῖναι. Ἄμφω γὰρ ἦσαν ἀλλήλοις ἐφάμιλλοι κατά τε τὴν ὀρθὴν πολιτείαν, καὶ κατὰ τὰς παιδεύσεις, τήν τε Ἑλληνικήν φημι, καὶ τὴν τῶν ἱερῶν γραμμάτων. Νέοι γὰρ δὴ ὄντες οὗτοι, ἐν ταῖς Ἀθήναις γενόμενοι, τῶν τότε ἀκμασάντων σοφιστῶν Ἱμερίου καὶ Προαιρεσίου ἀκροαταὶ γενόμενοι, καὶ μετὰ ταῦτα ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας Λιβανίῳ συμφοιτήσαντες, ἄκρως τὴν ῥητορικὴν ἐξεπόνησαν. Ἄξιοί τε τοῦ σοφιστεύειν κριθέντες, ὑπὸ πολλῶν παρεκλήθησαν ἐπὶ τὸν διδασκαλικὸν βίον ἐλθεῖν: ἄλλων δὲ αὐτοὺς ἐπὶ δικανικὴν παρακαλούντων, ἀμφοτέρων κατεφρόνησαν: καὶ καταλιπόντες τὸ σοφιστεύειν, τὸν μονήρη βίον προέκριναν. Ἁψάμενοι οὖν φιλοσόφων λόγων παρὰ τῷ τηνικαῦτα ἐν τῇ Ἀντιοχείᾳ συμπράττοντι τὰ φιλόσοφα, μετ̓ οὐ πολὺ τὰ Ὠριγένους βιβλία συνάγοντες, ἐξ αὐτῶν τὴν ἑρμηνείαν τῶν ἱερῶν γραμμάτων ἐπέγνωσαν: μέγα γὰρ κλέος τὸ Ὠριγένους καθ̓ ὅλης τότε τῆς οἰκουμένης ἐφήπλωτο: ὧν ἀσκηθέντες δυνατῶς ἀπήντων πρὸς τοὺς Ἀρειανίζοντας: καίτοι τῶν Ἀρειανῶν τὰ Ὠριγένους βιβλία εἰς μαρτυρίαν, ὡς ᾤοντο, τοῦ ἰδίου καλούντων δόγματος, αὐτοὶ ἐξήλεγχον, καὶ ἐδείκνυον μὴ νοήσαντας τὴν Ὠριγένους σύνεσιν. Παρὰ τοῖς πολλοῖς τε τότε οἱ Ἀρειανοὶ καὶ ὁ τότε Ἀρειανίζων Εὐνόμιος, ἐλλόγιμοι νομίζοντες εἶναι, τοῖς περὶ Γρηγόριον καὶ Βασίλειον ἐντυγχάνοντες, ἀπαίδευτοι τελείως ἐδείκνυντο. Βασίλειος μὲν οὖν ὑπὸ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου εἰς τὴν τοῦ διακόνου τάξιν προχειρισθεὶς, μετὰ ταῦτα δὲ καὶ ἐπίσκοπος τῆς ἑαυτοῦ πατρίδος, λέγω δὴ τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, προβληθεὶς, φροντίδα τῶν ἐκκλησιῶν ἐποιεῖτο. Δεδιὼς γὰρ μή πως Ἀρειανὴ καινοτομία καὶ τὰς κατὰ τὸν Πόντον ἐπινεμηθῇ ἐπαρχίας, δρομαῖος ἐπὶ τὰ ἐκεῖ μέρη διέβαινεν: ἐκεῖ τε ἀσκητήρια συστησάμενος, καὶ κατηχήσας τοὺς ἄνδρας ταῖς αὐτοῦ διδασκαλίαις, τοὺς σαλευομένους ἐστήριξε. Γρηγόριος δὲ τῆς Ναζιανζοῦ πόλεως εὐτελοῦς ἐν Καππαδοκίᾳ, ἧς καὶ ὁ αὐτοῦ πατὴρ πρότερον ἐκκλησίας προέστη, κατὰ τὰ αὐτὰ τῷ βασιλείῳ διεπράττετο. Περιϊὼν γὰρ καὶ αὐτὸς τὰς πόλεις τοὺς ῥαθυμοῦντας περὶ τὴν πίστιν ἀνερρώννυε. Μάλιστα δὲ τὰ πολλὰ τῇ Κωνσταντινουπόλει ἐπιδημῶν τοὺς ἐν αὐτῇ ὁμόφρονας ταῖς διδασκαλίαις ἐστήριξε: διὸ καὶ μικρὸν ὕστερον ψήφῳ πολλῶν ἐπισκόπων προέστη τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ. Ὡς οὖν τὰ παῤ ἀμφοτέρων γινόμενα εἰς ἀκοὰς ἥκει τοῦ βασιλέως Οὐάλεντος, αὐτίκα Βασίλειον ἀπὸ τῆς Καισαρείας ἀγώγιμον ἐπὶ τὴν Ἀντιόχειαν γενέσθαι ἐκέλευσεν. Ἤγετο οὖν εὐθὺς, καὶ κατὰ γνώμην τοῦ βασιλέως εἰς τὸ τῶν ὑπάρχων εἰσήγετο δικαστήριον: πεῦσίν τε προσαγαγόντος αὐτῷ τοῦ ὑπάρχου, τοῦ χάριν μὴ τὴν πίστιν τοῦ βασιλέως ἀσπάζεται, ὁ Βασίλειος σὺν παρρησίᾳ πολλῇ τῇ μὲν τοῦ βασιλέως θρησκείᾳ ἐμέμφετο, τῇ δὲ τοῦ ὁμοουσίου πίστει συνίστατο. Ἐπεὶ δὲ ὁ ὕπαρχος θάνατον αὐτῷ διηπείλησεν, Εἴθε, ἔφη ὁ Βασίλειος, γένοιτό μοι διὰ τὴν ἀλήθειαν ἀπαλλαγῆναι τῶν δεσμῶν τοῦ σώματος. Τοῦ δὲ ὑπάρχου πάλιν ἐπισκέψασθαι εἰπόντος, λέγεται εἰπεῖν τὸν Βασίλειον, Ἐγὼ καὶ σήμερον καὶ αὔριον ὁ αὐτὸς εἰμί: ὄφελόν συ ἑαυτὸν μὴ ἐνήλλαττες. Τότε μὲν οὖν κατ̓ ἐκείνην τὴν ἡμέραν φρουρούμενος διετέλει Βασίλειος. Οὐκ εἰς μακρὰν δὲ συνέβη νήπιον υἱὸν τοῦ Οὐάλεντος, ᾧ ὄνομα ἦν Γαλάτης, ἀρρωστῆσαι ἰσχυρῶς, ὥστε ἀπογνωσθῆναι ὑπὸ τῶν ἰατρῶν. Ἡ δὲ μήτηρ αὐτοῦ ἡ βασίλισσα Δομνίκα λόγους πρὸς τὸν βασιλέα προσέφερε, φάσκουσα ἑαυτὴν μὲν ἐν τοῖς ὀνείροις κακῶς διατεθῆναι ὑπὸ φοβερῶν φασμάτων, τὸ δὲ παιδίον κακῶς ἔχειν διὰ τὴν εἰς τὸν ἐπίσκοπον ὕβριν. Ταῦτα εἰς νοῦν βαλλόμενος ὁ βασιλεὺς μεταπέμπεται τὸν Βασίλειον: καὶ ἀπόπειραν ποιούμενος φησὶ πρὸς αὐτὸν, Εἰ ἀληθῆ τὰ σὰ δόγματα, εὔξαι ἵνα μου ὁ υἱὸς μὴ ἀποθάνῃ. Ὁ δὲ, Εἰ πιστεύσειας, ἔφη, ὦ βασιλεῦ, καθάπερ ἐγὼ, καὶ ἡ ἐκκλησία ἑνωθῇ, ζήσεται τὸ παιδίον. Του δὲ μὴ συνθεμένου, Οὐκοῦν, ἔφη ὁ Βασίλειος, περὶ τοῦ παιδίου τὸ θέλημα γενήσεται τοῦ Θεοῦ. Ταῦτα εἰπόντα τὸν Βασίλειον ἀφεθῆναι ἐκέλευσε: τὸ μέντοι παιδίον μετ̓ οὐ πολὺ ἐτελεύτησε. Τοσαῦτα περὶ τῶν ἀνδρῶν τούτων ὡς ἐν ἐπιτομῇ εἰρήσθω: βιβλία δὲ ἑκάτερος αὐτῶν πολλὰ καὶ θαυμαστὰ συνέγραψαν καὶ ἐξέδωκαν: ἀφ̓ ὧν τινα ὁ Ῥουφῖνος εἰς τὴν Ῥωμαίων γλῶσσαν μεταβεβληκέναι φησίν. Ἐγένοντο δὲ ἀδελφοὶ Βασιλείου Πέτρος καὶ Γρηγόριος: ἀλλὰ Πέτρος μὲν τὸν μονήρη βίον Βασιλείου ἐζήλωσε, Γρηγόριος δὲ τὸ διδασκαλικὸν τοῦ λόγου: ὃς καὶ τὴν πονηθεῖσαν Βασιλείῳ Ἑξαήμερον, ἅτε δὴ καταλειφθεῖσαν, προσανεπλήρωσε μετὰ θάνατον τοῦ ἀδελφοῦ: καὶ ἐπιτάφιον εἰς Μελέτιον τὸν Ἀντιοχείας ἐπίσκοπον ἐν τῇ Κωνσταντίνου πόλει διεξῆλθε: φέρονται δὲ αὐτοῦ καὶ ἄλλοι λόγοι διάφοροι.