Ancient Greek · ~14 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.28.1
Not analysed yet
Περὶ Ναυάτου καὶ τῶν ἐξ αὐτοῦ Ναυατιανῶν: καὶ ὡς μετέθεσαν οἱ κατὰ τὴν Φρυγίαν ἐξ αὐτῶν οἰκοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν ὁμοίως τοῖς Ἰουδαίοις. Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ Ναυατιανῶν οἱ περὶ Φρυγίαν οἰκοῦντες τὴν ἑορτὴν τοῦ Πάσχα μετέθεσαν: πῶς δὲ τοῦτο ἐγένετο λέξω, πρότερον εἰπὼν ὅτου χάριν ἐπικρατεῖ περὶ τὰ Φρυγῶν καὶ Παφλαγόνων ἔθνη ὁ ἀκριβὴς τῆς ἐκκλησίας αὐτῶν κανών. Ναυάτος πρεσβύτερος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας διεκρίθη, ἐπειδὴ Κορνήλιος ὁ ἐπίσκοπος τοὺς ἐπιθύσαντας πιστοὺς ἐν τῷ διωγμῷ, ὃν ὁ βασιλεὺς Δέκιος κατὰ τῆς ἐκκλησίας ἐκίνησεν, εἰς κοινωνίαν ἐδέξατο. Διὰ ταύτην οὖν τὴν αἰτίαν διακριθεὶς, εἰς ἐπισκοπὴν παρὰ τῶν συμφρονησάντων αὐτῷ ἐπισκόπων προχειρισθεὶς, ταῖς πανταχοῦ ἐκκλησίαις ἔγραφε, μὴ δέχεσθαι τοὺς ἐπιτεθυκότας εἰς τὰ μυστήρια: ἀλλὰ προτρέπειν μὲν αὐτοὺς εἰς μετάνοιαν, τὴν δὲ συγχώρησιν ἐπιτρέπειν Θεῷ, τῷ δυναμένῳ καὶ ἐξουσίαν ἔχοντι συγχωρεῖν ἁμαρτήματα. Τοιαύτας ἐπιστολὰς οἱ κατ̓ ἐπαρχίας δεχόμενοι, πρὸς τὰ οἰκεῖα ἤθη ἐποιοῦντο τῶν δηλουμένων τὰς κρίσεις. Ὡς γὰρ ἐκεῖνος ἐδήλου μὴ δεῖν ἀξιοῦσθαι τῶν μυστηρίων τοὺς μετὰ τὸ βάπτισμα εἰς θάνατον ἁμαρτίαν πεποιηκότας, τοῖς μὲν ἐδόκει πικρὰ καὶ ἀπηνὴς εἶναι τοῦ τοιούτου κανόνος ἡ ἔκθεσις, οἱ δὲ ὡς δίκαιον τὸν κανόνα καὶ ὀρθοῦντα τὴν πολιτείαν ἐδέχοντο. Ἐν τοσούτῳ δὲ τούτου κινουμένου τοῦ ζητήματος, ἐπικαταλαμβάνει τοῦ ἐπισκόπου Κορνηλίου γράμματα καὶ τοῖς μετὰ τὸ βάπτισμα ἡμαρτηκόσιν ἐπαγγελλόμενα τὴν συγχώρησιν. Οὕτω δὲ ἀμφοτέρων ἐπιστελλόντων τὰ ἐναντία, καὶ ἐκ τῶν θείων ὀχυρούντων ἃ ἑκάτερος ἔλεγεν, ἕκαστος κατ̓ ἔθος εἰς τοῦτο ἔτρεψεν εἰς ὃ καὶ πρότερον μᾶλλον ἐπέκλινεν. Ὅσοι γὰρ φιλαμαρτήμονες, δραξάμενοι τῆς τότε δοθείσης συγχωρήσεως, καὶ εἰς τὸν ἔπειτα χρόνον ἐπὶ πάσης ἁμαρτίας αὐτῇ συνεχρήσαντο. Φαίνεται δὲ τὰ Φρυγῶν ἔθνη σωφρονέστερα εἶναι τῶν ἄλλων ἐθνῶν: καὶ γὰρ δὴ καὶ σπανιάκις Φρύγες ὀμνύουσιν. Ἐπικρατεῖ γὰρ τὸ μὲν θυμικὸν παρὰ Σκύθαις καὶ Θρᾳξί: τῷ δὲ ἐπιθυμητικῷ οἱ πρὸς ἀνίσχοντα ἥλιον τὴν οἴκησιν ἔχοντες πλέον δουλεύουσι. Τὰ δὲ Παφλαγόνων καὶ Φρυγῶν ἔθνη πρὸς οὐδέτερον τούτων ἐπιρρεπῶς ἔχει: οὐδὲ γὰρ ἱπποδρομίαι οὐδὲ θέατρα σπουδάζονται νῦν παῤ αὐτοῖς. Διό μοι δοκεῖ μᾶλλον ἐπινενευκέναι τούτους τε καὶ τοὺς οὕτω φρονοῦντας πρὸς τὰ παρὰ Ναυάτου τότε γραφόμενα: ὡς μῦσος γὰρ ἐξαίσιον παῤ αὐτοῖς ἡ πορνεία νομίζεται: καὶ γὰρ τοὺς οἱασδήποτε ἄλλης αἱρέσεως σωφρονέστερον βιοῦντας Φρύγας καὶ Παφλαγόνας ἐστὶν εὑρεῖν. Τὴν δὲ αὐτὴν αἰτίαν καὶ περὶ τοὺς οἰκοῦντας τὰ ἑσπέρια μέρη καὶ Ναυάτῳ πειθαρχήσαντας εἶναι νομίζω. Ναυάτος μὲν οὖν, εἰ καὶ περὶ πολιτείας ἀκριβοῦς διεκρίθη, ἀλλ̓ οὖν γε τὴν τοῦ Πάσχα ἑορτὴν οὐ μετέθηκεν: ἀεὶ γὰρ καθὰ τὰ ἑσπέρια μέρη ἐποίει, καὶ οὗτος ἐπετέλεσε: ποιοῦσι δὲ διαπαντὸς οἱ ἐκεῖ μετ̓ ἰσημερίαν ἀνέκαθεν, ἀφ̓ οὗ καὶ Χριστιανίζουσιν. Ἀλλ̓ οὗτος μὲν ὕστερον ἐπὶ Οὐαλεριανοῦ τοῦ βασιλέως, διωγμὸν κατὰ Χριστιανῶν κινήσαντος, ἐμαρτύρησεν. Οἱ δὲ ἐξ αὐτοῦ ἐν Φρυγίᾳ ἐπώνυμοι κατὰ τὴν κοινωνίαν τούτου συνεχωρήθησαν ἐκτρεπόμενοι, περὶ τόνδε τὸν χρόνον καὶ τὴν ἑορτὴν τοῦ Πάσχα μετέθεσαν. Σύνοδον γὰρ ἐν Πάζῳ κώμῃ, ἔνθα τοῦ Σαγγαρίου ποταμοῦ εἰσὶν αἱ πηγαὶ, ποιήσαντες ὀλίγοι τινες καὶ οὐκ εὔσημοι τῶν περὶ Φρυγίαν Ναυατιανῶν ἐπίσκοποι ὅρον ἐκφέρουσιν, ὥστε Ἰουδαίους ἐπιτηρεῖν ποιοῦντας τὰ ἄζυμα, καὶ σὺν αὐτοῖς τὴν τοῦ Πάσχα ἐπιτελεῖν ἑορτήν. Ταῦτα ἡμῖν ἀνήγγειλέ τις ἀνὴρ παλαιὸς, πρεσβυτέρου μὲν εἶναι λέγων ἑαυτὸν υἱὸν, ἅμα δὲ τῷ πατρὶ παρεῖναι τῇ γενομένῃ συνόδῳ, καθ̓ ἣν οὔτε Ἀγέλιος παρὴν ὁ Κωνσταντινουπόλεως Ναυατιανῶν ἐπίσκοπος, οὐδὲ Μάξιμος ὁ Νικαίας, οὐδὲ ὁ Νικομηδείας, οὐδὲ μὲν ὁ Κοτυαείου: ὑπὸ τούτων γὰρ ἡ Ναυατιανῶν θρησκεία μάλιστα κανονίζεται. Ταῦτα μὲν οὖν οὕτως τότε ἐγένετο: διῃρέθη δὲ μικρὸν ὕστερον καὶ ἡ Ναυατιανῶν ἐκκλησία δἰ ἐκείνην τὴν σύνοδον, ὡς κατὰ χώραν ἐροῦμεν: μετιτέον τε ἐντεῦθεν ἐπὶ τὰ κατ̓ αὐτὸν τὸν χρόνον ἐν τοῖς ἑσπερίοις γενόμενα μέρεσιν.