Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.27
Not analysed yet
Περὶ Γρηγορίου τοῦ Θαυματουργοῦ. Ἐπειδὴ δέ τινες ἐκ τῆς ὁμωνυμίας πλανῶνται καὶ ἐκ τῶν ἐπιγραφομένων Γρηγορίου βιβλίων, δεῖ εἰδέναι ὅτι ἄλλος ἐστὶν ὁ Ποντικὸς Γρηγόριος, ὅστις ἐκ τῆς ἐν Πόντῳ Νεοκαισαρείας ὁρμώμενος ἀρχαιότερος τούτων ἐστί: μαθητὴς γὰρ Ὠριγένους ἐγένετο. Περὶ τούτου τοῦ Γρηγορίου πολὺς ὁ λόγος ἔν τε Ἀθήναις καὶ Βηρυτῷ καὶ ὅλῃ τῇ Ποντικῇ διοικήσει, ὡς δὲ εἰπεῖν, καὶ πάσῃ τῇ οἰκουμένῃ. Οὗτος γὰρ ὡς τῶν Ἀθήνῃσι παιδευτηρίων ἀναχωρήσας, ἐν τῇ Βηρυτῷ νόμους ἐμάνθανε, πυθόμενος ἐν τῇ Καισαρείᾳ τὰ ἱερὰ γράμματα ἑρμηνεύειν Ὠριγένην, δρομαῖος ἐπὶ τὴν Καισάρειαν παραγίνεται. Ἀκροασάμενός τε τῆς μεγαλοφώνου θεωρίας τῶν ἱερῶν γραμμάτων, πολλὰ χαίρειν εἰπὼν τοῖς Ῥωμαϊκοῖς νόμοις, ἀχώριστος ἦν τοῦ λοιποῦ: καὶ ὑπ’ αὐτοῦ παιδευθεὶς τὴν ἀληθῆ φιλοσοφίαν, καὶ μετὰ ταῦτα ἐπὶ τὴν πατρίδα τῶν γονέων καλεσάντων, ἀνεχώρησε. Κἀκεῖ πρῶτον μὲν λαϊκὸς ὢν πολλὰ σημεῖα ἐποίησε, νοσοῦντας θεραπεύων, καὶ δαίμονας δἰ ἐπιστολῶν φυγαδεύων, καὶ τοὺς Ἐλληνίζοντας τοῖς τε λόγοις καὶ πλέον τοῖς γινομένοις ὑπ’ αὐτοῦ προσαγόμενος. Μέμνηται δὲ αὐτοῦ καὶ Πάμφιλος ὁ μάρτυς ἐν τοῖς περὶ Ὠριγένους πονηθεῖσιν αὐτῷ βιβλίοις, ἐν οἷς καὶ συστατικὸς λόγος Γρηγορίου εἰς Ὠριγένην παράκειται. Γεγόνασιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, Γρηγόριοι, ὅ τε ἀρχαῖος οὗτος καὶ μαθητὴς Ὠριγένους, καὶ ὁ Ναζιανζηνὸς, καὶ ὁ ἀδελφὸς Βασιλείου. Ἐγένετο δὲ καὶ ἄλλος Γρηγόριος ἐν Ἀλεξανδρείᾳ, ὃν οἱ Ἀρειανοὶ κατὰ τὸν καιρὸν τῆς φυγῆς Ἀθανασίου κατέστησαν. Περὶ μὲν δὴ τούτων τοσαῦτα λελέχθω.