Ancient Greek · ~12 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.31.1
Not analysed yet
Περὶ τῆς τελευτῆς Οὐαλεντινιανοῦ. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς, Σαυροματῶν ἐπεξελθόντων τῇ Ῥωμαίων ἀρχῇ, ἐπ’ αὐτοὺς ἐχώρει μετὰ πλείστης παρασκευῆς. Ταύτην οὐκ ἤνεγκαν τὴν παρασκευὴν ἀκούσαντες οἱ βάρβαροι: ἀλλὰ πρεσβευσάμενοι πρὸς αὐτὸν ᾐτοῦντο ἐπὶ συνθήκαις εἰρήνης τυχεῖν. Τῶν πρέσβεων δὲ εἰσελθόντων καὶ φανέντων οὐκ ἀξιοπρεπῶν, ἠρώτησεν εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσίν. Ἀποκριναμένων δὲ τῶν πρέσβεων τοὺς ἀρίστους Σαυροματῶν ἥκειν πρὸς αὐτὸν, πληροῦται θυμοῦ Οὐαλεντινιανὸς, καὶ μέγα βοῶν ἔλεγε, κακῶς πράττειν τὴν Ῥωμαίων ἀρχὴν περιελθοῦσαν εἰς αὐτὸν, ὅπου τοιοῦτο βαρβάρων γένος εὐτελὲς οὐκ ἀγαπᾷ παῤ ἑαυτῷ μένειν σωζόμενον, ἀλλ̓ ὅπλα αἱρεῖται, καὶ Ῥωμαίων ὅρους πατεῖ, καὶ εἰς πόλεμον θρασύνεται. Καὶ τοσοῦτον ἐν τῇ βοῇ διασπαράξας ἔτυχεν ἑαυτὸν, ὥστε πᾶσαν μὲν ἀναστομωθῆναι φλέβα, πᾶσάν τε ἀρτηρίαν διαρραγῆναι. Καὶ οὕτως αἵματος ἐκδοθέντος, τελευτᾷ ἐν φρουρίῳ ᾧ προσωνυμία Βεργιτίων. μετὰ τὴν ὑπατείαν Γρατιανοῦ τὸ τρίτον καὶ Ἐκοιτίου περὶ τὴν ἑπτακαιδεκάτην τοῦ Νοεμβρίου μηνός: ζήσας ἔτη νδ, βασιλεύσας ἔτη δεκατρία. Τελευτήσαντος οὖν Οὐαλεντινιανοῦ, οἱ κατὰ τὴν Ἰταλίαν στρατιῶται ἕκτῃ ἡμέρᾳ μετὰ τὴν τελευτὴν τὸν ὁμώνυμον τῷ πατρὶ Οὐαλεντινιανὸν, νέαν ἄγοντα κομιδῆ τὴν ἡλικίαν, βασιλέα ἀνηγόρευσαν ἐν Ἀκίνκῳ πόλει τῆς Ἰταλίας. Καὶ τούτου διαγγελθέντος, ἠγανάκτουν οἱ βασιλεῖς, οὐχ ὅτι γέγονε τοῦ μὲν ἀδελφὸς, τοῦ δὲ ἀδελφιδοῦς βασιλεὺς, ἀλλ̓ ὅτι παρὰ γνώμην ἀμφοτέρων ἐχειροτονήθη, ὃν αὐτοὶ χειροτονεῖν ἔμελλον. Ὅμως δὲ ἀμφότεροι σύμψηφοι τῆς βασιλείας ἐγένοντο: καὶ τοῦτον τὸν τρόπον ὁ νέος Οὐαλεντινιανὸς ἱδρύθη εἰς τὸν τόπον τοῦ ἰδίου πατρός. Ἰστέον δὲ ὅτι Οὐαλεντινιανῷ ἐγεγόνει οὗτος ἐξ Ἰουστίνης, ἣν ἐπέγημεν, ζώσης αὐτοῦ τῆς προτέρας γυναικὸς Σευήρας, δἰ αἰτίαν τοιάνδε. Ἰοῦστος ὁ τῆς Ἰουστίνης πατὴρ, τῆς περὶ Πικίνον ἐπαρχίας ἤδη πρότερον ἐπὶ τῶν Κωνσταντίου χρόνων ἄρχων καθεστὼς, ἴδεν ὄναρ, ὡς ἐκ τοῦ δεξιοῦ μέρους ἁλουργίδα βασιλικὴν ἀπεκύησε. Τὸ δὲ ὄναρ ἐν πολλοῖς λεχθὲν ἥκει καὶ εἰς τὰς ἀκοὰς Κωνσταντίου: ὁ δὲ συμβαλὼν τὸ ὄναρ, ὡς βασιλέως ἐξ αὐτοῦ τεχθησομένου, πέμψας ἀναιρεῖ τὸν Ἰοῦστον: ἡ δὲ αὐτοῦ θυγάτηρ Ἰουστίνα ἀπορφανισθεῖσα τοῦ πατρὸς ἔμεινε, παρθένος οὖσα. Χρόνῳ δὲ ὕστερον τῇ γαμετῇ τοῦ βασιλέως Οὐαλεντινιανοῦ Σευήρᾳ γνωρίμη καθίσταται, καὶ συνεχεῖς ἐποιεῖτο πρὸς τὴν βασίλισσαν τὰς συντυχίας: ἐπεὶ δὲ ἐκρατύνθη ἡ συνήθεια, ἤδη καὶ συνελούετο αὐτῇ. Ὡς οὗν ἴδεν αὐτὴν λουομένην τὴν Ἰουστίναν ἡ Σευήρα, ἠράσθη τοῦ κάλλους τῆς παρθένου: καὶ πρὸς τὸν βασιλέα διεξῄει περὶ αὐτῆς, ὡς οὕτως εἴη θαυμαστὸν ἔχουσα κάλλος ἡ παρθένος ἡ τοῦ Ἰούστου θυγάτηρ, ὡς καὶ αὐτὴν, καίτοι γυναῖκα οὖσαν, ἐρασθῆναι τῆς εὐμορφίας αὐτῆς. Ὁ δὲ βασιλεὺς ταμιευσάμενος τὸν τῆς γυναικὸς λόγον, ἀγαγέσθαι τὴν Ἰουστίναν ἐβουλεύσατο, μὴ ἐκβαλὼν τὴν Σευήραν, ἀφ̓ ἧς αὐτῷ Γρατιανὸς ἐγεγόνει, ὃν μικρὸν ἔμπροσθεν ἀνηγορεύκει βασιλέα. Νόμον οὖν ὑπαγορεύσας δημοσίᾳ προτίθησι κατὰ πόλεις, ὥστε ἐξεῖναι τῷ βουλομένῳ δύο νομίμους ἔχειν γυναῖκας. Καὶ ὁ μὲν νόμος προέκειτο: ὁ δὲ ἄγεται τὴν Ἰουστίναν, ἀφ̓ ἧς αὐτῷ γίνεται Οὐαλεντινιανός τε ὁ νέος καὶ θυγατέρες τρεῖς Ἰούστα, Γράτα, Γάλλα. Ὧν αἱ μὲν δύο παρθενεύουσαι διετέλεσαν: Γάλλαν δὲ ὕστερον βασιλεὺς ἔγημε Θεοδόσιος ὁ μέγας, ἀφ̓ ἧς αὐτῷ Πλακιδία θυγάτηρ ἐγένετο: Ἀρκάδιον γὰρ καὶ Ὁνώριον ἐκ Πλακίλλης ἔσχεν τῆς προτέρας γυναικός. Περὶ μὲν οὖν Θεοδοσίου καὶ τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ἑκάστου χώραν ἐροῦμεν.