Ancient Greek · ~4 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.32
Not analysed yet
Περὶ Θεμιστίου τοῦ φιλοσόφου καὶ ὡς ἐκ τοῦ προσφωνητικοῦ αὐτοῦ λόγου δυσωπηθεὶς Οὐάλης μίκρον τι τὸν κατὰ Χριστιανῶν ἐμετρίασε θάνατον. Οὐάλης δὲ ἐν τῇ Ἀντιοχείᾳ διάγων ἀπὸ μὲν τῶν ἔξω πολέμων τέως ἡσύχαζε: πανταχόθεν γὰρ οἱ βάρβαροι κατὰ τὰς οἰκείας ἔμενον χώρας. Δεινῶς δὲ ἐπολέμει τοὺς φρονοῦντας τὸ ὁμοούσιον, καὶ καθ̓ ἑκάστην μείζονας τὰς τιμωρίας ἐφεύρισκεν κατ̓ αὐτῶν, ἕως αὐτοῦ τὴν πολλὴν ἀπήνειαν ὁ φιλόσοφος Θεμίστιος μετριωτέραν τῷ προσφωνητικῷ λόγῳ εἰργάσατο: ἐν ᾧ, μὴ δεῖν ξενίζεσθαι ἐπὶ τῇ διαφωνίᾳ τῶν Χριστιανικῶν δογμάτων παραινεῖ τῷ βασιλεῖ: μικρὰν γὰρ εἶναι τὴν αὐτῶν διαφωνίαν, ὡς πρὸς τὸ πλῆθος καὶ τὴν σύγχυσιν τῶν παῤ Ἕλλησι δογμάτων: εἶναι γὰρ ὑπὲρ τὰ τριακόσια δόγματα. Καὶ πρὸς τὸ δόξαν ἐξ ἀνάγκης καὶ τὴν διαφωνίαν εἶναι πολλήν: βούλεσθαί τε οὕτως τὸν Θεὸν διαφόρως δοξάζεσθαι, ἵνα ἕκαστος πλέον αὐτοῦ τὴν μεγαλειότητα φοβοῖτο, ἐκ τοῦ μὴ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτοῦ. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ φιλοσόφου προσφωνήσαντος, πρᾳότερος ὁ βασιλεὺς ἐγίνετο: οὐ μὴν τελέως ὑφίει τῆς ὀργῆς, ἀλλὰ ἀντὶ θανάτου ἐξορίαν ἐπετίθει τὴν ζημίαν τοῖς ἱερωμένοις ἀνδράσιν, ἕως ἀπέπαυσεν αὐτοῦ καὶ ταύτην τὴν ὁρμὴν ἐπιγενόμενον πρᾶγμα τοιόνδε.