Ancient Greek · ~3 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.5
Not analysed yet
Ὅτι συμβολῆς γενομένης περὶ πόλιν τῆς Φρυγίας, τοῦ τε βασιλέως καὶ τοῦ τυράννου Προκοπίου, προδοσίᾳ τῶν στρατηγῶν ἑλῶν τὸν τύραννον αὐτόν τε καὶ αὐτοὺς ξέναις τιμωρίαις ὑποβαλὼν ἀνεῖλεν. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Γρατιανοῦ καὶ Δαγαλαίφου, τὰ τῶν πολέμων ἐπέθετο. Ὡς γὰρ ὁ τύραννος Προκόπιος ἀπὸ τῆς Κωνσταντινουπόλεως ὁρμηθεὶς ἕτοιμος ἦν ἐπιστρατεύειν τῷ βασιλεῖ, πυθόμενος ὁ Οὐάλης φθάνει ἐκ τῆς Ἀντιοχείας ἐλάσας, καὶ συμβάλλει τῷ Προκοπίῳ περὶ πόλιν τῆς Φρυγίας, ᾗ προσωνυμία Νακώλεια. Καὶ τὴν μὲν πρώτην μάχην ἡττήθη: μετ̓ οὐ πολὺ δὲ ζωγρήσας εἶχε τὸν Προκόπιον, Ἀγέλωνος καὶ Γομαρίου τῶν στρατηγῶν προδεδωκότων αὐτόν: οὓς καὶ ξέναις τιμωρίαις ὑπέβαλεν. Τοὺς μὲν προδότας, ὑπεριδὼν τοὺς ὅρκους οὓς αὐτοῖς ὀμωμόκει, πρίοσι διελὼν ἀπέκτεινε: τοῦ δὲ τυράννου, δύο δένδρων καμφθέντων γειτνιαζόντων ἀλλήλοις, ἑκάτερον σκέλος ἐκδήσας, ἐπικαμφθέντων ἀφῆκεν ὀρθοῦσθαι: τὰ δὲ ἀνεγειρόμενα διέσπασε τὸν Προκόπιον. Καὶ οὕτως ὁ τύραννος διχοτομηθεὶς ἀπώλετο.