Ancient Greek · ~5 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.6
Not analysed yet
Ὅτι μετὰ τὴν τοῦ τυράννου ἀναίρεσιν, πάλιν ὁ βασιλεὺς ἠνάγκαζε τοὺς τῆς συνόδου ἀρειανίσαι καὶ πάντας Χριστιανούς. Ὁ δὲ βασιλεὺς εὐτυχῶς τότε πράξας αὖθις κατὰ τῶν Χριστιανιζόντων θορύβους ἐκίνει, πᾶσαν θρησκείαν Ἀρειανίζειν βουλόμενος. Μάλιστα δὲ αὐτὸν εἰς ὀργὴν ἦγεν ἡ κατὰ τὴν Λάμψακον γενομένη σύνοδος, οὐ μόνον ὅτι τοὺς Ἀρειανίζοντας ἀπεκήρυξεν ἐπισκόπους, ἀλλ̓ ὅτι καὶ τὴν ἐν Ἀριμίνῳ τῆς πίστεως ἀνεθεμάτισεν ἔκθεσιν. Γενόμενος οὖν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, μεταπέμπεται παῤ ἐαυτὸν Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον: οὗτος δὲ τῇ Μακεδονίου δόξῃ προσέκειτο μᾶλλον, ὥς μοι καὶ πρότερον εἴρηται. Καθίσας οὖν ὁ βασιλεὺς συνέδριον ἐπισκόπων τῆς Ἀρειανῆς αἱρέσεως, συντίθεσθαι τὸν Ἐλεύσιον τῇ πίστει ἐκείνων ἠνάγκαζεν. Ὁ δὲ πρότερον μὲν ἀπηρνεῖτο: ἐξορίας δὲ αὐτῷ καὶ δημεύσεως ἀπειληθείσης, περιδεὴς γενόμενος τῇ Ἀρειανῇ δόξῃ συντίθεται. Συνθέμενος δὲ, εὐθὺς μετεμέλετο: καὶ καταλαβὼν τὴν Κύζικον, ἐπὶ παντὸς τοῦ λαοῦ τὴν βίαν ἀπωδύρατο, φάσκων τὴν συγκατάθεσιν ἐκ βίας, οὐ μὴν ἐκ προαιρέσεως, πεποιῆσθαι: ζητεῖν τε αὐτοὺς ἕτερον ἐπίσκοπον, διότι αὐτὸς τῇ ἀνάγκῃ τὸ οἰκεῖον δόγμα ἠρνήσατο. Κυζικηνοὶ δὲ φιλοστοργίᾳ τῇ πρὸς αὐτὸν ὑφ̓ ἑτέρῳ ἐπισκόπῳ τάττεσθαι οὐκ ἐβούλοντο, οὔτε μὴν ἑτέρῳ τῆς ἐκκλησίας παραχωρεῖν. Ἔμενον μὲν οὖν ὑπ’ αὐτῷ ταττόμενοι, μὴ μετατιθέμενοι δὲ τῆς οἰκείας αἱρέσεως.