Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.8
Not analysed yet
Περὶ τοῦ εὑρεθέντος χρησμοῦ ἐν λίθῳ γεγλυμμένῳ: ὅτε τὸ Χαλκηδόνος τεῖχος ἐλύετο κατ̓ ὀργὴν τοῦ βασιλέως Οὐάλεντος. Ο μέντοι βασιλεὺς Χαλκηδόνος, τῆς κατ̓ ἀντικρὺ Βυζαντίου πόλεως, τὰ τείχη λύειν προσέταττεν. Ὀμωμόκει γὰρ τοῦτο ποιήσειν, νικήσας τὸν τύραννον, ὅτι Χαλκηδόνιοι τῷ τυράννῳ προσθέμενοι αἰσχρῶς αὐτὸν περιύβρισαν, καὶ τὰς πύλας τῆς πόλεως προσιόντος ἀπέκλεισαν. Τὸ μὲν οὖν τεῖχος κελεύσει τοῦ βασιλέως ἐλύετο: καὶ οἱ λίθοι εἰς τὸ Κωνσταντινουπόλεως δημόσιον λουτρὸν μετεφέροντο, ᾧ προσωνυμία Κωνσταντιαναί. Εὕρηται δὲ ἐν ἑνὶ τῶν λίθων ἐπιγεγραμμένος χρησμὸς, ὃς ἐκέκρυπτο μὲν ἐκ παλαιοῦ, τότε δὲ φανερὸς ἐγένετο, δηλῶν, ὡς ἡνίκα δαψιλὲς ὕδωρ ὑπάρξαι τῇ πόλει, τότε τὸ μὲν τεῖχος λουτρῷ ὑπουργήσει: μυρία δὲ φῦλα βαρβάρων, καταδραμόντα τὴν Ῥωμαίων γῆν καὶ πολλὰ χαλεπὰ δράσαντα, τελευταῖον καὶ αὐτὰ φθαρήσεται. Οὐδὲν δὲ κωλύει φιλομαθίας ἕνεκεν καὶ τὸν χρησμὸν ἐνταῦθα προσθεῖναι: Ἀλλ̓ ὅτε δὴ νύμφαι δροσερὴν κατὰ ἄστυ χορείην Τερπόμεναι στήσωνται ἐϋστεφέας κατ̓ ἀγυιὰς, Καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ: Δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων, Ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκὴν, Ἴστρου καλλιρόοιο πόρον διαβάντα σὺν αἰχμῇ, Καὶ Σκυθικὴν ὀλέσει χώρην καὶ Μυσίδα γαῖαν, Θρηϊκίης δ̓ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν, Αὐτοῦ κεν βιότοιο τέλος, καὶ πότμον ἐπίσποι. Οὗτος μὲν οὖν ὁ χρησμός. Συνέβη δὲ μετὰ χρόνον τὸν ὁλκὸν τοῦ ὕδατος ὑπὸ Οὐάλεντος κατασκευασθέντα δαψιλὲς παρασχεῖν τῇ Κωνσταντινουπόλει τὸ ὕδωρ: καὶ τότε τὰ βαρβαρικὰ ἐκινήθη, ὡς ὕστερον λέξομεν. Τὸν μέντοι χρησμὸν καὶ κατὰ ἄλλον τρόπον συνέπεσεν ἐκληφθῆναι: τοῦ ὑδραγωγοῦ γὰρ εἰσαχθέντος εἰς τὴν πόλιν, Κλέαρχος, ἔπαρχος ὢν τῆς πόλεως, ὑδρεῖον μέγιστον κατεσκεύασεν ἐν τῇ νῦν Θεοδοσίου ἀγορᾷ καλουμένῃ, ὃ ἐφημίσθη Δαψιλὲς ὕδωρ. Ἐφ̓ ᾧ ἑορτὴν ἱλαρὰν ἦγεν ἡ πόλις: καὶ τοῦτο εἶναι τὸ λεγόμενον τῷ χρησμῷ, τὸ, χορείην Τερπόμεναι στήσονται ἐϋστεφέας κατ̓ ἀγυιάς. Ἀλλὰ τὰ μὲν κατὰ τὸν χρησμὸν μικρὸν ὕστερον ἐγένετο: τότε δὲ λυομένου, Κωνσταντινουπολῖται παρεκάλουν τὸν βασιλέα παῦσαι τὴν τοῦ τείχους κατάλυσιν. Συμπαρεκάλουν δὲ καὶ οἱ ἐκ Βιθυνίας παρόντες ἐν τῇ Κωνσταντινουπόλει Νικομηδεῖς τε καὶ οἱ ἐνοικοῦντες τὴν Νίκαιαν. Ὁ δὲ βασιλεὺς περιοργὴς ὢν μόλις μὲν ἐδέχετο τῶν ἱκετευόντων τὴν δέησιν: ἀφοσιούμενος δὲ τῷ ὅρκῳ, ἅμα τε λύειν ἐκέλευσε, καὶ ἅμα πληροῦν τὰ λυόμενα ἑτέροις λίθοις μικροῖς. Καὶ νῦν ἐστὶν ἰδεῖν ἔν τισι τοῦ τείχους μέρεσιν, ὅπως τοῖς μεγίστοις καὶ θαυμαστοῖς λίθοις ἡ τότε γενομένη εὐτελὴς οἰκοδομὴ ἐπίκειται. Τοσαῦτα καὶ περὶ τοῦ Χαλκηδονίων τείχους εἰρήσθω μοι.