Ancient Greek · ~5 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.9
Not analysed yet
Ὡς ὁ βασιλεὺς Οὐάλης καὶ Ναυατιανοὺς ὁμοίως τοῖς ὀρθοδόξοις τὸ ὁμοούσιον φρονοῦντας ἤλαυνεν. Ὁ μέντοι βασιλεὺς τοῦ διώκειν τοὺς τοῦ ὁμοουσίου φρονήματος οὐκ ἐπαύετο, ἀλλ̓ ἐξήλαυνε μὲν αὐτοὺς τῆς Κωνσταντινουπόλεως: σὺν αὐτοῖς δὲ καὶ Ναυατιανοὺς ὡς ὁμόφρονας. Καὶ τὰς ἐκκλησίας αὐτῶν κλεισθῆναι ἐκέλευσε: καὶ τὸν ἐπίσκοπον αὐτῶν ἐξορίᾳ ζημιοῦν προσέταττε. Ἀγέλιος ὄνομα αὐτῷ: ἀνὴρ ἤδη πάλαι ἐκ τῶν Κωνσταντίνου χρόνων τῶν ἐκκλησιῶν προεστὼς, καὶ βίον ἀποστολικὸν βιούς: ἀνυπόδητος γὰρ διόλου διῆγε, καὶ ἐνὶ χιτῶνι ἐκέχρητο, τὸ τοῦ εὐαγγελίου φυλάττων ῥητόν. Ἐπέσχε δὲ τὴν κατὰ Ναυατιανῶν τοῦ βασιλέως ὀργὴν ἀνὴρ εὐλαβὴς ἐν ταὐτῷ καὶ ἐλλόγιμος, Μαρκιανὸς τοὔνομα, ὃς πάλαι μὲν κατὰ τὰ βασίλεια ἐστρατεύετο, τότε δὲ καὶ πρεσβύτερος τῆς Ναυατιανῶν ἐκκλησίας τυγχάνων γραμματικοὺς λόγους Ἀναστασίαν καὶ Κάρωσαν τὰς τοῦ βασιλέως θυγατέρας ἐδίδασκεν, ὧν ἐπ’ ὀνόματι καὶ δημόσια λουτρὰ ἐν τῇ Κωνσταντινουπόλει κατεσκευασμένα ὑπὸ Οὐάλεντος δείκνυται. Αἰδοῖ οὖν τῇ πρὸς τὸν ἄνδρα, πρὸς ὀλίγον κλεισθεῖσαι, αἱ τῶν Ναυατιανῶν ἐκκλησίαι αὖθις ἠνοίγοντο. Οὐ μέντοι ταραχῆς τῆς παρὰ Ἀρειανῶν ἐπιφερομένης τελέως ἦσαν ἐλεύθεροι: ἐμισοῦντο γὰρ ὑπ’ αὐτῶν, ὅτι τοὺς ὁμόφρονας ἠγάπων καὶ ἔστεργον. Τὰ μὲν οὖν περὶ τόνδε τὸν χρόνον οὕτω διέκειτο: ἰστέον δὲ, ὅτι ὁ μὲν πρὸς τὸν τύραννον Προκόπιον πόλεμος ἐν ὑπατείᾳ Γρατιανοῦ καὶ Δαγαλαίφου ἐγένετο περὶ τὰ τελευταῖα τοῦ Μαΐου μηνός.