Ancient Greek · ~7 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.11
Not analysed yet
Περὶ Μαξίμου τοῦ τυράννου, ὅπως τὸν Γρατιανὸν ἀνεῖλε δόλῳ: ὅτε καὶ τῆς κατὰ Ἀμβροσίου τοῦ ἐπισκόπου Μεδιολάνων ἐπιβουλῆς, διὰ τὸ πρὸς Μάξιμον δέος, Ἰουστίνα ἡ μήτηρ Οὐαλεντινιανοῦ τοῦ μικροῦ, ἄκουσα ἀπέσχετο. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους, καθ̓ οὓς ἐν Κωνσταντινουπόλει τὰ τῶν συνόδων ἐγίνετο, τάδε περὶ τὰ ἑσπέρια μέρη ἐγένετο. Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπανέστη τῇ Ῥωμαίων ἀρχῇ, καὶ κάμνοντι Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται. Ἐν δὲ τῇ Ἰταλίᾳ κομιδῆ νέου τυγχάνοντος Οὐαλεντινιανοῦ, τὴν τῶν πραγμάτων εἶχε φροντίδα Πρόβος ἀπὸ ὑπάτων τὴν ὑπάρχων τότε χειρίζων ἀρχήν. Ἰουστίνα δὲ ἡ τοῦ βασιλέως Οὐαλεντινιανοῦ μήτηρ, τὰ Ἀρειανῶν φρονοῦσα, ζῶντος μὲν τοῦ ἀνδρὸς, οὐδὲν εἶχε βλάπτειν τοὺς φρονοῦντας τὸ ὁμοούσιον: ἐπειδὴ δὲ κομιδῆ νέος ἦν ὁ υἱὸς, καταλαμβάνουσα τὴν Μεδιολάνων ταραχὰς μεγίστας κατὰ τοῦ ἐπισκόπου Ἀμβροσίου ἐκίνησεν, εἰς ἐξορίαν αὐτὸν πεμφθῆναι κελεύουσα. Ὡς δὲ ὁ λαὸς ἀντεῖχεν, ὑπερβαλλόντως ἀγαπῶν τὸν Ἀμβρόσιον, καὶ τοῖς ἕλκειν ἐπὶ τὴν ἐξορίαν σπουδάζουσιν ἀνθίστατο, ἐν τοσούτῳ ἀγγέλλεται, ὅτι Γρατιανὸς δόλῳ τοῦ τυράννου Μαξίμου ἀνῄρητο. Ἐν φορείῳ γὰρ κλίνην μιμουμένῳ καὶ ὑπὸ ἡμιόνων φερομένῳ κατακρυφθεὶς ὁ τοῦ Μαξίμου στρατηγὸς Ἀνδραγάθιος, προλέγειν τοῖς δορυφόροις κελεύσας, ὡς εἴη τοῦ βασιλέως Γρατιανοῦ γαμετὴ, ὑπαντᾷ τῷ βασιλεῖ πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι. Ὁ δὲ πιστεύσας τὴν γαμετὴν εἶναι, τὸν δόλον οὐκ ἐφυλάξατο: ἀλλ̓ ὥσπερ τυφλὸς εἰς ὄρυγμα, τοῦ πολεμίου εἰς τὰς χεῖρας ἐνέπεσεν: ἐκπηδήσας γὰρ ἐκ τοῦ φερέτρου Ἀνδραγάθιος τὸν Γρατιανὸν διεχειρίσατο. Τελευτᾷ οὖν ἐν ὑπατείᾳ Μερογαύδου καὶ Σατορνίνου, βασιλεύσας ἔτη δεκαπέντε, ζήσας ἔτη εἰκοσιτέσσαρα. Τοῦτο ἐπιγενόμενον ἔπαυσε τὴν κατὰ Ἀμβροσίου τῆς μητρὸς τοῦ βασιλέως ὀργήν. Οὐαλεντινιανὸς δὲ καὶ ἄκων τῇ ἀνάγκῃ τοῦ καιροῦ πεισθεὶς τὴν Μαξίμου βασιλείαν προσδέχεται. Τότε ὁ Πρόβος φοβηθεὶς τὴν Μαξίμου δύναμιν ἐπὶ τὰ ἀνατολικώτερα μέρη ἀναχωρεῖν πειρᾶται. Εὐθὺς οὖν ὡς εἶχεν ἀναχωρεῖ ἀπὸ τῆς Ἰταλίας: καὶ ἐπὶ τὴν Ἰλλυρίδα γενόμενος γῆν ἐν Θεσσαλονίκῃ τῆς Μακεδονίας διέτριβεν.