Ancient Greek · ~23 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.10.1
Not analysed yet
Ὡς τοῦ βασιλέως σύνοδον πασῶν τῶν αἱρέσεων γενέσθαι παρακελευσαμένου, ὅτε καὶ Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ Αὔγουστος ἀνηγορεύθη, οἱ μὲν Ναυατιανοὶ μόνοι κατὰ τὴν πίστιν ὁμοφρονοῦντες τοῖς τοῦ ὁμοουσίου ἔνδον τῆς πόλεως συνάγειν ἐπετράπησαν: οἱ δὲ λοιποὶ τῶν αἱρετικῶν ἀπηλάθησαν. Ἐγίνοντο δὲ ταραχαὶ καὶ κατὰ τὰς ἄλλας πόλεις, ἐξωθουμένων τῶν Ἀρειανιζόντων ἐκ τῶν εὐκτηρίων τόπων. Ἐφ̓ ᾧ θαυμάσαι ἔπεισι τὴν τοῦ βασιλέως γνώμην: οὐ γὰρ ἠνέσχετο ὅσον τὸ ἐπ’ αὐτῷ θορύβων πληρῶσαι τὰς πόλεις: ἀλλὰ βραχέως χρόνου διελθόντος, αὖθις σύνοδον πασῶν τῶν αἱρέσεων συγκροτηθῆναι παρεσκεύασε, νομίσας ἐκ τῆς πρὸς ἑαυτοὺς τῶν ἐπισκόπων διαλέξεως μίαν παρὰ πᾶσιν ὁμόφωνον δόξαν κρατήσειν. Ταύτην ἡγοῦμαι τὴν πρόθεσιν τοῦ βασιλέως αἰτίαν αὐτῷ τοῦ εὖ πράττειν γενέσθαι: θείᾳ γάρ τινι προνοίᾳ ὑπὸ τοὺς αὐτοὺς χρόνους τὰ βαρβάρων ἔθνη αὐτῷ ὑπετάττετο. Ἐν οἶς καὶ Ἀθανάριχος ὁ τῶν Γότθων ἀρχηγὸς ὑπήκοον ἑαυτὸν ἅμα τῷ οἰκείῳ πλήθει παρέσχεν, ὃς καὶ εὐθὺς ἐν Κωνσταντινουπόλει τὸν βίον κατέστρεψεν. Τότε δὴ καὶ ὁ βασιλεὺς τὸν υἱὸν Ἀρκάδιον Αὔγουστον ἀνηγόρευσε κατὰ τὴν ὑπατείαν Μερογαύδου τὸ δεύτερον καὶ Σατορνίλου, τῇ ἑκκαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνός. Οὐκ εἰς μακρὰν δὲ μετὰ ταῦτα παρῆσαν οἱ πανταχόθεν πάσης θρησκείας ἐπίσκοποι, κατὰ τὴν αὐτὴν ὑπατείαν, τῷ Ἰουνίῳ μηνί. Μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Νεκτάριον τὸν ἐπίσκοπον, ἐκοινολογεῖτο πρὸς αὐτὸν, τίς ἂν γένοιτο μηχανὴ ὅπως ἂν μὴ διαφωνοίη ὁ Χριστιανισμὸς, ἀλλ̓ ἑνωθῇ ἡ ἐκκλησία: ἔλεγέν τε δεῖν γυμνασθῆναι τὸ χωρίζον τὰς ἐκκλησίας ζήτημα, τήν τε διαφωνίαν ἐκποδὼν ποιήσαντας, ὁμοφωνίαν ταῖς ἐκκλησίαις ἐργάσασθαι. Τοῦτο ἀκούσας ὁ Νεκτάριος ἐν φροντίσιν ἦν: καὶ μεταστειλάμενος τὸν τηνικαῦτα τῶν Ναυατιανῶν ἐπίσκοπον Ἀγέλιον, ὡς κατὰ τὴν πίστιν ὁμόφρονα, φανερὰν αὐτῷ τὴν τοῦ βασιλέως καθίστησι γνώμην. Ὁ δὲ τὰ μὲν ἄλλα ἦν εὐλαβὴς, σὑ̣?ʼτῆναι δὲ λόγοις περὶ τοῦ δόγματος οὐκ ἰσχύων, ἀναγνώστην ὑπ’ αὐτῷ Σισίννιον ὄνομα πρὸς τὸ διαλεχθῆναι προεβάλλετο. Σισίννιος δὲ ἀνὴρ ἐλλόγιμος καὶ πραγμάτων ἔμπειρος, ἀκριβῶς τε εἰδὼς τὰς τῶν ἱερῶν γραμμάτων ἑρμηνείας καὶ τὰ φιλόσοφα δόγματα, συνεῖδεν ὡς αἱ διαλέξεις οὐ μόνον οὐχ ἑνοῦσι τὰ σχίσματα, ἀλλὰ γὰρ καὶ φιλονεικοτέρας τὰς αἱρέσεις μᾶλλον ἀπεργάζονται: καὶ διὰ τοῦτο τοιάνδε τινὰ συμβουλὴν τῷ Νεκταρίῳ ὑπέθετο. Εὖ ἐπιστάμενος ὡς οἱ παλαιοὶ ἀρχὴν ὑπάρξεως τῷ Υἱῷ τοῦ Θεοῦ δοῦναι ἀπέφυγον, κατειλήφεισαν γὰρ αὐτὸν συναΐδιον τῷ Πατρὶ, συμβουλεύει φυγεῖν μὲν τὰς διαλεκτικὰς μάχας, μάρτυρας δὲ καλέσειν τὰς ἐκδόσεις τῶν παλαιῶν: καὶ πεῦσιν παρὰ τοῦ βασιλέως τοῖς αἱρεσιάρχαις προσάγεσθαι, ‘πότερον λόγον ποτε ποιοῦνται τῶν πρὸ τῆς διαιρέσεως ἐν τῇ ἐκκλησίᾳ προσαρμοσάντων διδασκάλων, ἢ ὡς ἀλλοτρίους τοῦ Χριστιανισμοῦ παρακρούονται. Εἰ μὲν γὰρ τούτους. ἀθετοῦσιν, οὐκοῦν ἀναθεματίζειν αὐτοὺς τολμάτωσαν: καὶ εἰ τοῦτο τολμῆσαι ποιήσωσιν, ὑπὸ τοῦ πλήθους ἐξελαθήσονται. Καὶ τούτου γενομένου, προφανὴς ἔσται ἡ νίκη τῆς ἀληθείας. Εἰ δὲ μὴ παρακρούονται τοὺς ἀρχαίους τῶν διδασκάλων, ἡμέτερόν ἐστι τὸ παρασχεῖν τὰς βίβλους τῶν παλαιῶν, δἰ ὧν ἡ παῤ ἡμῶν δόξα μαρτυρηθήσεται. ʼ Ταῦτα ἀκούσας παρὰ τοῦ Σισιννίου ὁ Νεκτάριος δρομαῖος ἐπὶ τὰ βασίλεια χωρεῖ: γνωρίζει δὲ τῷ βασιλεῖ τὰ συμβεβουλευμένα αὐτῷ. Ὁ δὲ ἁρπάζει τὴν γνώμην, καὶ σοφῶς τὸ πρᾶγμα μετεχειρίσατο: οὐ γὰρ προειπὼν τὸν σκοπὸν, ἐδήλωσε μόνον, εἰ λόγον ἔχουσι καὶ δέχονται τὰ τῶν πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας διδασκάλων. Τῶν δὲ οὐκ ἀρνησαμένων, ἀλλὰ καὶ πάνυ τιμᾷν αὐτοὺς ὡς καθηγητὰς εἰπόντων, αὖθις ἐδήλου ὁ βασιλεὺς, εἰ τούτοις στοιχοῦσιν ἀξιοπίστοις μάρτυσι τοῦ Χριστιανικοῦ δόγματος. Ταῦτα ἀκούσαντες οἱ τῶν θρησκειῶν προεστῶτες καὶ οἱ παῤ ἑκάστοις αὐτῶν διαλεκτικοὶ,—καὶ γὰρ ἦσαν πολλοὶ παῤ αὐτῶν ηὐτρεπισμένοι πρὸς τὸν ἀγῶνα τῆς διαλέξεως,—οὐκ εἶχον ὅτι ποιήσουσιν. Ἐνέπεσε γὰρ εἰς ἑκάστους διαφωνία, τῶν μὲν λεγόντων καλὴν εἶναι τὴν τοῦ βασιλέως πρότασιν, τῶν δὲ μὴ συμφέρουσαν τῷ σκοπῷ τῷ αὐτῶν. Ἄλλοι γὰρ ἄλλως εἶχον περὶ τὰ βιβλία τῶν παλαιῶν, καὶ οὐκέτι ἀλλήλοις συνέπνεον: ἐδιχονόουν τε οὐ μόνον πρὸς τὰς ἄλλας τῶν θρησκειῶν, ἀλλ̓ ἤδη καὶ εἰς ἑαυτοὺς, οἱ τῆς μιᾶς ὄντες αἱρέσεως. Ἡ οὖν ὁμόφωνος κακία, ὡς ἡ γλῶσσα τῶν πάλαι γιγάντων, διέσπαρτο, καὶ ἀνατέτραπτο ὁ τῆς κακίας πύργος αὐτῶν. Γνοὺς δὲ ὁ βασιλεὺς τὴν συγκεχυμένην αὐτῶν διασπορὰν, καὶ ὡς διαλέξει μόνῃ, καὶ οὐκ ἀρχαίων ἐκθέσει τεθαρρήκασιν, ἐπὶ δευτέραν γνώμην ἐβάδιζε. Καὶ δηλοῖ ἔγγραφον ἑκάστην θρησκείαν γνωρίζειν τὸν ὅρον αὐτῶν, ἧς ἔχουσι πίστεως. Τότε οἱ παῤ ἑκάστοις δεινοὶ τὰς λέξεις ἀκριβοῦντες τὸ οἰκεῖον δόγμα ἐνέγραφον: ὥριστό τε ἡμέρα, καὶ οἱ παῤ ἑκάστοις ἐπίσκοποι ἐπὶ τὰ βασίλεια κληθέντες συνήρχοντο. Παρῆσαν οὖν Νεκτάριος μὲν καὶ Ἀγέλιος τῆς ὁμοουσίου προεστῶτες πίστεως, Ἀρειανῶν δὲ Δημόφιλος, Εὐνομιανῶν δὲ αὐτὸς Εὐνόμιος, τῶν δὲ τὰ Μακεδονίου φρονούντων, Ἐλεύσιος ὁ Κυζίκου. Ὁ δὲ βασιλεὺς δέχεται μὲν τοὺς συνεληλυθότας: καὶ τὸ παῤ ἑκάστου δόγμα ἔγγραφον λαβὼν, καθ̓ ἑαυτόν τε γενόμενος, ηὔξατο ἐκτενῶς συνεργῆσαι αὐτῷ τὸν Θεὸν πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν. Εἶτα ἕκαστον τῶν γεγραμμένων δογμάτων ἀναγνοὺς, τὰ μὲν ἄλλα πάντα ὡς χωρισμὸν τῆς Τριάδος εἰσάγοντα μεμψάμενος ἔρρηξε: μόνην δὲ τὴν τοῦ ὁμοουσίου ἐπαινέσας ἐδέξατο. Αὕτη πρόφασις γέγονε τοῦ τοὺς Ναυατιανοὺς πάλιν εὖ πράξαντας ἔνδον τῶν πόλεων τὰς συναγωγὰς ποιεῖσθαι. Ὁ γὰρ βασιλεὺς θαυμάσας αὐτῶν τὴν περὶ τοὺς οἰκείους κατὰ τὴν πίστιν ὁμόνοιαν, νόμῳ ἐκέλευε τῶν μὲν οἰκείων κρατεῖν ἀδεῶς εὐκτηρίων τόπων: ἔχειν δὲ καὶ προνόμια τὰς ἐκκλησίας αὐτῶν, ἅπερ καὶ οἱ τῆς αὐτοῦ πίστεως ἔχουσιν. Οἱ δὲ προεστῶτες τῶν ἄλλων θρησκειῶν ἐκ τῆς πρὸς ἑαυτοὺς διαφωνίας ἐν καταγνώσει παρὰ τοῖς ὑφ̓ ἑαυτοῖς λαοῖς ἐγεγόνεισαν, ἀμηχανίᾳ τε καὶ λύπῃ κατασχεθέντες ἀνεχώρουν. Καὶ γράμμασι τοὺς οἰκείους παρεμυθοῦντο παραινοῦντες, μὴ ἄχθεσθαι ἐφ̓ οἶς πολλοὶ καταλιπόντες αὐτοὺς, τῷ ὁμοουσίῳ προσέθεντο: πολλοὺς γὰρ εἶναι τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς: ὅπερ οὐκ ἔλεγον, ἡνίκα τὸ πολὺ τοῦ λαοῦ αὐτοῖς ἐκ δυναστείας προσέκειτο. Ἀλλὰ μὴν οὐδὲ οἱ τῆς ὁμοουσίου πίστεως τῶν λυπηρῶν τελέως ἦσαν ἐλεύθεροι: τὰ γὰρ κατὰ Ἀντιόχειαν τοὺς τῇ συνόδῳ παρόντας διέκρινεν. Αἰγύπτιοι μὲν γὰρ καὶ οἱ ἐξ Ἀραβίας καὶ Κύπρου πάλιν συμπράττοντες, τὸν Φλαβιανὸν ἐξωθεῖσθαι τῆς Ἀντιοχείας ἔλεγον. Οἱ δὲ ἐκ Παλαιστίνης Φοινίκης τε καὶ Συρίας ὑπὲρ Φλαβιανοῦ συνεστήκεσαν: τοῦτο μὲν οἶον τέλος ἐδέξατο, κατὰ χώραν ἐρῶ.